1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

10

φησίν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ. Ὅπλα δὲ αἰσθήσεως χείλη σοφά: Οὐκ ἀντιτάσσεται γὰρ τῇ σοφίᾳ οὐδὲν πονηρόν, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν: Ἵνα καθαροὶ γενόμενοι ὄψωνται τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ λογικῇ φύσει τετήρηται. Ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός: ∆ιανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ὥσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. Οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκεν τὴν κακίαν τῇ αἰσθήσει· εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή: Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς: Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός: Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ: Ὁδὸς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. ∆ιὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται: Παύλου κηρύξαντος· Οἱ ποτὲ ὄντες ἐχθροὶ κατηλλάγησαν 94 τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Μαντεῖον ἐπὶ χείλεσι βασιλέως: Καρδιογνώστης ἐστὶν ὁ Χριστός, καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Θυμὸς βασιλέως ἄγγελος θανάτου: Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. Νοσσιαὶ σοφίας αἱρετώτεραι (cod. τότεραι) χρυσίου: Γνῶσις σοφίας ὑπὲρ χρυσίον, γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. Ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται: Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Παιδεία δὲ ἀφρόνων κακή: Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν· εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν. Ἐπὶ χείλεσι δὲ φορέσει ἐπιγνωμοσύνην: Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά: Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκεν συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομὼν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκεν, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πορευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοὺς διδασκομένους, καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. Οὗτος κάμινός ἐστιν κακίας: Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις: Σημειωτέον ὅτι κόλπον ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν 95 ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει· εἰ δ' ἔστιν καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει. Οἰκέτης νοήμων κρατήσει δεσπότων ἀφρόνων: Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσπότων· ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν, καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. οὕτω καὶ Ἰησοῦς ὁ τοῦ