1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

10

τῆς διπλῆς τῶν ὑδάτων φύσεως ὁ οὐρανὸς, ὁ ἐν ἀρχῇ μὲν γεγενῆσθαι μετὰ τῆς γῆς καὶ πάντων τῶν πρὸς τὴν κατασκευὴν τοῦ κόσμου καταβληθέντων λεγόμε νος, νυνὶ δὲ τελειωθείς τε καὶ ὀνομασθεὶς ἐν τῇ ἀνα δείξει τοῦ στερεώματος τοῦ διὰ τῆς περιδρομῆς τοῦ πυρὸς ὁρισθέντος, καὶ ἡ δευτέρα τοῦ φωτὸς κυκλο φορία, πάλιν τὸ ὑποκείμενον ἀνὰ μέρος ἐπεσκότισέ τε καὶ ἐφώτισεν. Ὅπερ καὶ ὠνομάσθη κατὰ τὴν προλαβοῦσαν ἀκολουθίαν, καὶ τοῦτο ἡμέρα. Ἀναγ καίως δὲ καὶ ἀκολούθως καὶ ἡ τοῦ ἀριθμοῦ φύσις συνεισῆλθε τῇ κτίσει. Οὐδὲν γὰρ ἕτερόν ἐστιν ἀρι θμὸς, εἰ μὴ μονάδων σύνθεσις. Πᾶν δὲ τὸ διωρισμένῃ τινὶ περιγραφῇ θεωρούμενον, μονὰς ὀνομάζεται. Ἐπεὶ οὖν πανταχόθεν ὁ κύκλος ἀνελλειπής ἐστιν ἐν ἑαυτῷ ὁριζόμενος· καλῶς ὁ λόγος ἕν τι ὠνόμασε τὴν μίαν τοῦ κύκλου περίοδον, εἰπών· «Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία·» καὶ πάλιν τὴν ἄλλην ὡσαύτως ἕν. Συνθεὶς δὲ ἀμφότερα, δύο ἐποίησε. Καὶ οὕτως ὁ λόγος τὴν τοῦ ἀριθμοῦ γένεσιν τοῖς μορίοις συνήγαγε τῆς κτίσεως, τὴν ἀκολουθίαν τῆς τάξεως τοῖς ὀνόμασι τοῦ ἀριθμοῦ σημειούμενος. «Ἐγένετο» γὰρ, φησὶν, «ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευ τέρα.» Ἐπεὶ οὖν ταῦτα ἐγένετο, πάλιν ἡ φύσις τῶν ὄντων δι' ἀκολούθου βαδίζουσα, τὸ ἀναγκαίως τοῖς προγεγονόσιν ἑπόμενον ἐξεργάζεται· προηγεῖται δὲ καὶ τούτου τοῦ ἔργου θεῖον ἐπίταγμα, πανταχοῦ τοῦ Μωϋσέως ἀσφαλιζομένου ἡμῶν τὴν διάνοιαν τοῦ μη δὲν ἀθεεί τι τῶν ὄντων συστῆναι, ὡς ἂν τὸ περὶ ἑκά στου τῶν γεγονότων θαῦμα, εἰς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχοι.

Πάσης γὰρ τῆς φωτιστικῆς τε καὶ πυρώδους οὐσίας ταῖς ἰδίαις ποιότησι τῶν ἄλλων ἀποκριθείσης, ἡ μὲν τοῦ ἀέρος κατασκευὴ σιωπᾶται, καί τοι καὶ τοῦτο ἐν δευτέροις εἰκὸς ἦν μετὰ τὴν τοῦ πυρὸς ἀναδρομὴν φυσιολογῆσαι· διότι συγγένειά τίς ἐστιν αὐτῷ κατὰ τὸ κοῦφον, πρὸς τὴν τῷ πυρὶ ἐν θεωρουμένην κουφότητα· εἶθ' οὕτως περὶ τῆς βα ρείας διηγήσασθαι φύσεως. Ὁ δὲ Μωϋσῆς τὰ μὲν 88 περὶ ταύτης λέγει· τὸν δὲ ἀέρα τῷ λόγῳ παρίησιν, οὐχ ὡς μηδὲν συνεισφέροντα πρὸς τὴν τοῦ κόσμου παντὸς συμπλήρωσιν, οὐδὲ ὡς ἀποκεκριμένον τῆς τῶν στοιχείων δυνάμεως, ἀλλὰ τάχα ὅτι τῷ μαλακῷ τε καὶ εὐείκτῳ τῆς φύσεως ἑκάστου τῶν ὄντων δεκτικός ἐστιν ὁ ἀὴρ, ἐν ἑαυτῷ δεικνύων τὰ ὄντα, οὐ χρῶμα ἴδιον ἔχων, οὐ σχῆμα, οὐκ ἐπιφάνειαν, ἀλλὰ τοῖς ἀλ λοτρίοις χρώμασί τε καὶ σχήμασι περιμορφοῦται. Λαμπρός τε γὰρ γίνεται τῇ τοῦ φωτὸς ἐλλάμψει, καὶ πάλιν μελαίνεται σκιαζόμενος· αὐτὸς δὲ καθ' ἑαυτὸν οὔτε λαμπρὸς οὔτε μέλας ἐστί; παντὶ δὲ σχήματι περιφύεται, καὶ ὑπὸ πάσης χρωμάτων ἰδέας καταχρώννυται, καὶ πρὸς πᾶσαν κίνησιν τῶν ἐν αὐτῷ φερομένων ἐπιτη δείως ἔχει. Ἀπόνως τε γὰρ ὑποχωρεῖ πρὸς τὸ φερόμενον ἑκατέρωθεν, καὶ αὐτομάτως τῷ ὄγκῳ τοῦ κινουμέ νου περισχιζόμενος ἔνθεν καὶ ἔνθεν, εἰς τὸ κατόπιν ἀντικαθίσταται. Ἀλλὰ καὶ τὸ ὑγρὸν τοῦ ἀμφορέως προχέοντος, ὅτι περ ἂν ἐν ἑαυτῷ τύχῃ, τότε προ χεομένῳ διίσταται, καὶ ἀντεισέρχεται αὐτομάτως ἐπὶ τὰ ἐντὸς τοῦ ἀγγείου πρὸς τὸ κενούμενον· καὶ μυρία τοιαῦτα τὸ μαλακόν τε καὶ εὔεικτον τῆς τοῦ ἀέρος δείκνυσι φύσεως. Ἐπεὶ οὖν ἐν τούτῳ ἐστὶν ἡ τῶν ἀνθρώπων ζωὴ, καὶ πᾶσα σχεδὸν ἡ τοῦ ζῇν δύναμις, καὶ ἡ τῶν αἰσθητηρίων ἐνέργεια ἐν τῷ ἀέρι τὴν ἰσχὺν ἔχει· βλέπομέν τε γὰρ δι' αὐτοῦ καὶ ἀκούομεν, καὶ τῶν ὁσφρητῶν τὴν ἀντίληψιν ὡσαύ τως δι' αὐτοῦ ποιούμεθα, τῇ τοῦ πνεύματος ὁλκῇ τὸ κυριώτατον τῶν κατὰ τὴν ζωὴν ἐνεργουμένων ἐστίν· ὁ γὰρ τοῦ ἀνὰ παυσάμενος, καὶ τοῦ ζῇν πάντως ἐπαύσατο· τούτου χάριν ὁ σοφὸς Μωϋσῆς ἀφυσιολό γητον εἴασε τὸ σύντροφόν τε καὶ ὁμόφυλον ἡμῖν στοιχεῖον, ᾧ ἀπὸ γεννήσεως εὐθὺς ἐντρεφόμεθα· ἀρ κοῦσαν ἡγούμενος τοῦ μέρους τούτου διδάσκαλον, τὴν ἔμφυτόν τε καὶ συγγενῆ τῆς φύσεως ἡμῶν πρὸς τὸν ἀέρα σχέσιν· τὰ δὲ ἐν αὐτῷ κατὰ τὴν κτίσιν φαι νόμενα, ὅπως τὰ καθ' ἕκαστον ἔσχε, τῷ λόγῳ διέξεισι. Παρελθούσης γὰρ τῆς δευτέρας ἡμέρας, πάλιν ἡ σοφή τε καὶ παναρμόνιος τῶν γινομένων τάξις ἡ τὸ ὕδωρ τῆς γῆς ἀποκρίνουσα, Θεοῦ φωνὴ καὶ πρόστα γμα λέγεται· ἀληθῶς γὰρ πᾶν τὸ ἐν σοφίᾳ