1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

10

πώποτε. Τοσοῦτον οὖν ἐστιν ἡ τῆς εὐχῆς προσεδρεία καλὸν, ὡς ἀπὸ τῆς Χαναναίας ἐκείνης παιδευόμεθα, ὅτι ὃ τῶν ἀποστόλων ἀξιωσάντων ὁ Χριστὸς οὐκ ἐπένευσεν, αὕτη ἤνυσε, καὶ τῇ καρτερίᾳ εἰς ἔργον ἐξήνεγκε. Καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων παρ' ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦσθαι, ἢ παρ' ἑτέρων ὑπὲρ ἡμῶν. Ἀνθρώπων μὲν γὰρ δεόμενοι, καὶ δαπάνης χρημάτων δεόμεθα καὶ κολακείας δουλοπρεποῦς καὶ πολλῆς περιόδου καὶ πραγματείας· οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κυρίοις δοῦναι τὴν χάριν ἔνι καὶ διαλεχθῆναι πολλάκις, ἀλλ' ἀνάγκη πρότερον διακόνους καὶ οἰκονόμους αὐτῶν καὶ ἐπιτρόπους καὶ χρήμασι καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι' ἐκείνων δυνηθῆναι τὴν αἴτησιν λαβεῖν. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστιν οὕτως· οὐ γὰρ δεῖται μεσιτῶν ἐπὶ τῶν ἀξιούντων, οὐδὲ οὕτω δι' ἑτέρων παρακαλούμενος, ὡς δι' ἡμῶν αὐτῶν δεομένων ἐπινεύει τῇ χάριτι. Πολλὰ γὰρ βούλεται ἀπαιτεῖσθαι, παρ' ἡμῶν ὁ Θεὸς, καὶ χάριν ἔχει τούτου πολλήν· μόνος γὰρ οὗτος ὁ χρεώστης ὅταν ἀπαιτῆται χάριν ἔχει, καὶ ἃ μὴ ἐδανείσαμεν δίδωσι. Κἂν μὲν σφοδρῶς ἴδῃ ἐγκείμενον τὸν ἀπαιτοῦντα, καὶ ἃ μὴ ἔλαβε παρ' ἡμῶν, καταβάλλει· ἂν δὲ νωθρῶς, καὶ αὐτὸς διαναβάλλεται, οὐ διὰ τὸ μὴ βούλεσθαι δοῦναι, ἀλλὰ διὰ τὸ ἡδέως ἔχειν παρ' ἡμῶν ἀπαιτεῖσθαι. Οὐδὲ γὰρ μισῶν, οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ἀναβάλλεται τῶν αἰτουμένων τὴν δόσιν ὁ Θεὸς, ἀλλὰ τῇ μελλήσει τῆς δόσεως διηνεκῶς παρ' ἑαυτῷ κατέχειν βουλόμενος· καθάπερ καὶ πατέρες φιλόστοργοι ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι τῶν ῥᾳθυμοτέρων παίδων τὴν διηνεκῆ προσεδρείαν τῇ τῆς δόσεως ἀναβολῇ σοφίζονται. Ἠκούσθης; ἐπὶ τούτῳ εὐχαρίστησον, ἐπειδὴ ἠκούσθης· οὐκ ἠκούσθης; παράμεινον 63.581 ἵνα ἀκουσθῇς. Οὐ χρεία σοι μεσιτῶν, οὐδὲ πολλῆς τῆς περιδρομῆς καὶ τοῦ κολακεῦσαι ἑτέρους· ἀλλὰ κἂν ἔρημος ᾖς, κἂν ἀπροστάτευτος, αὐτὸς διὰ σαυτοῦ παρακαλέσας τὸν Θεὸν ἐπιτεύξῃ πάντως. Εἰ γὰρ ἐπ' ἀνθρώπων, κἂν μυρία προσκεκρουκότες ὦμεν, ὅταν καὶ ὑπὸ τὴν ἕω, καὶ μέσης ἡμέρας καὶ ἐν ἑσπέρᾳ φαινώμεθα τοῖς πρὸς ἡμᾶς λελυπημένοις, τῇ συνεχείᾳ καὶ τῇ διηνεκεῖ τῆς ὄψεως συντυχίᾳ καταλύομεν ῥᾳδίως αὐτῶν τὴν ἔχθραν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο γένοιτ' ἄν. Οὐ γὰρ οὕτως δι' ἑτέρων ὑπὲρ ἡμῶν παρακαλούμενος ἐπινεύειν εἴωθεν, ὡς δι' ἡμῶν αὐτῶν τῶν δεομένων, κἂν μυρίων ὦμεν γέμοντες κακῶν Ἀκουέτωσαν οἱ μετὰ ῥᾳθυμίας εὐχόμενοι, καὶ τῇ μελλήσει τῆς δόσεως δυσχεραίνοντες. Ὅταν γὰρ εἴπω, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον αὐτὸν, λέγει· Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστὸν, καὶ οὐκ ἔλαβον. Μὴ ἀποστῇς ἕως ἂν λάβῃς· τότε ἀπόστηθι, ὅταν λάβῃς· μᾶλλον δὲ μηδὲ τότε, ἀλλὰ καὶ τότε παράμενε· κἂν μὴ λάβῃς, αἴτει ἵνα λάβῃς· ὅταν δὲ λάβῃς, εὐχαρίστησον ὅτι ἔλαβες. Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον· τὰ χείλη κινεῖται ἡ δὲ ἀκοὴ οὐκ ἀκούει. Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις ταύτης ἀκοῦσαι; Ἔκλινα, λέγεις, γόνατα. Ἀλλ' ἡ διάνοιά σου ἔξω ἐπέτετο· τὸ σῶμα ἔνδον, καὶ ἡ γνώμη σου ἔξω· τὸ στόμα σου ἔλεγε τὴν εὐχὴν, καὶ ἡ διάνοιά σου ἠρίθμει τοὺς τόκους, τὰ συμβόλαια, τὰ συναλλάγματα, τὰ κτήματα, τὰς τῶν φίλων συνουσίας. Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται (πολλάκις γὰρ ὕπτιοι κείμεθα ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα· ἤλθομεν εὔξασθαι, καὶ τότε μυρίοι λογισμοὶ ἐπεισέρχονται), ἵνα ἀπὸ τῶν ἐκεῖθεν κενοὺς καὶ ἀπράκτους δι' ὅλου ποιήσηται· καὶ πολλάκις πληρώσαντες τὴν εὐχὴν, μηδὲ ὡς ἀκούσαντες ἃ εἰρήκαμεν, ἀπήλθομεν. Ἂν οὖν ἐννοήσωμεν τοῦτο, εὐθέως αὐτὴν ἀναλάβωμεν, κἂν τὸ αὐτὸ πάθωμεν πάλιν, καὶ τρίτον, καὶ τέταρτον αὐτὴν εἴπωμεν, καὶ μὴ πρότερον ἀποστῶμεν εὐχόμενοι, ἕως ἂν ἅπασαν αὐτὴν μετὰ διανοίας νηφούσης καὶ λογισμοῦ προσέχοντος ἐκχέωμεν ἔμπροσθεν τοῦ Θεοῦ. Κἂν αἴσθηται ὁ διάβολος, ὅτι οὐ πρότερον ἀφιστάμεθα, ἕως ἂν μετὰ σπουδῆς αὐτὴν καὶ διανοίας νηφούσης εἴπωμεν, ἀποστήσεται λοιπὸν ἐφεδρεύων, εἰδὼς, ὅτι