10
ἀνέβη." Οὐχ ὡς ἡ Σοδόμων· οὐ γὰρ τελείως ἠφανίσθη· ἀλλὰ τοῦ ὀδυρμοῦ αὐτῆς ἡ κραυγή. "Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ." Οἱ θρόνοι οἱ ἱερατικοὶ ἔπεμψαν ἐπερωτῆσαι ἀπὸ Θεοῦ τὰ συμφέροντα. Νεωτέρους δὲ αὐτοὺς ἐκάλεσε, διὰ τὸ κοσμικαῖς καὶ νεωτερικαῖς αὐτοὺς ἐπιθυμίαις ἐνέχεσθαι. "Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕρησαν ὕδωρ." Τοῦτο εἰ μὴ ἐκ θείας ὀργῆς, οὐκ ἄν ποτε συνέβη. 93.660 Ἄλλως· Οὐ γὰρ εὗρον τὸ ὕδωρ τὸ ζῶν τὸ ἐκ Θεοῦ διδόμενον. "Οἱ γεωργοί." Οἱ ὀφείλοντες ἐργάζεσθαι. "Καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη." Οὐ γὰρ ἦσαν οἱ ἀκούοντες. Τροφὴ γὰρ τῶν ἁγίων οἱ αὐτῶν μαθηταί. "Ὄναγροι ἔστησαν ἐπὶ νάπας." Ἐστέναξαν ἐπὶ τοῖς ἀπολλυμένοις. Ὄναγροι. Οἱ τῶν κοσμικῶν πραγμάτων ἐλεύθεροι. "Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς." Ἵνα τί, φησὶν, οὐ κήδῃ ἡμῶν ὡς ∆εσπότης, ἀλλὰ παρορᾷς ὡσεὶ πάροικος; "Ἐκκλίνων εἰς κατάλυμα." Ὁ ἐπειγόμενος εἰς κατάλυμα φθάσαι, κἂν ἴδῃ τινὰς ὁπωσοῦν χρῄζοντας βοηθείας, παρορᾷ, καὶ παρατρέχει. "Ἠγάπησαν κινεῖν πόδας αὐτῶν." Ἀτάκτως κινεῖσθαι, τρέχειν εἰς τὰ κακά. "Ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι." Ὡς ὑπεραπολογούμενος τοῦ λαοῦ ὁ προφήτης φησὶν, ὅτι Οἱ ψευδοπροφῆται αὐτοὺς ἀπατῶσι· καὶ δύο ἐντεῦθεν πραγματεύεται· μετάγει τὴν ὀργὴν ἐπὶ τοὺς προφήτας, καὶ προτρέπει λέγειν Θεὸν, ὅτι Οὐκ ἐγὼ αὐτοὺς ἀπέστειλα. "Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται." Ἐν παρατεταμένῃ νόσῳ, ὡς τοῦ συντόμου θανάτου αἱρετωτέρου τυγχάνοντος. "Καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς διόδοις Ἱερουσαλήμ." ∆ίοδοί εἰσιν αἱ αἴσχιστοι ὁδοί. "Μὴ ἀποδοκιμάζων." ∆έησις τοῦ προφήτου πρὸς Θεὸν, καὶ ἐξομολόγησις ὑπὲρ τοῦ λαοῦ, καὶ Θεοῦ πρὸς αὐτὸν ἀπόκρισις. "Καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;" Ὥσπερ ἀνθρωπίνως διαμορφοῖ τὸν Θεὸν ἡ Γραφὴ τὸν ἀσχημάτιστον, οὕτως καὶ ὡς ἐπὶ ἀνθρώπου, Ἡ ψυχή σου τέθνηκεν. Ἢ προφητικῶς, ὅτι ἔμελλεν ὁ Θεὸς Λόγος δι' ἡμᾶς ἄνθρωπος γίγνεσθαι. "Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ αὐτός;" Οὐδὲ αἱ οὐράνιαι, φησὶ, δυνάμεις δίχα τῆς σῆς ἐπιτροπῆς δύνανται χορηγεῖν ἀγαθά. "Καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα." Σὺ εἶ, φησὶ, καὶ οὐχ ἕτερός τις ὁ καὶ τὸν αἰσθητὸν ἡμῖν καὶ τὸν πνευματικὸν χορηγῶν ὑετόν. ΚΕΦΑΛ. ΙΕʹ. "Καὶ εἶπε Κύριος πρός με, Ἐὰν στῇ Μωυσῆς, καὶ Σαμουήλ." Μωυσῆς ὁ λέγων, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ταύτης, ἧς ἔγραψας· καὶ Σαμουὴλ ὁ καὶ τὴν τοῦ Σαοὺλ ἁμαρτίαν πενθῶν. "Ἐξαπόστειλον αὐτοὺς, καὶ ἐξελθέτωσαν." Οὐχ ὁ Θεὸς ἐκβάλλει, ἀλλ' αἱ ἡμῶν ἁμαρτίαι διιστῶσιν, ἀναμέσον ἡμῶν καὶ αὐτοῦ. "Μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας." Μετὰ [ἀλ. μετὰ τὸ αἰσθητόν] τὴν αἰσθητὴν, μάχαιραν νοητὴν, ψευδώνυμον γνῶσιν. Κύνας δὲ περὶ ὧν εἶπεν ὁ Ἀπόστολος· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς 93.661 κακοὺς ἐργάτας. Θηρία δὲ γῆς, τοὺς τὰ γήϊνα φρονήματα ἡμῖν ἐνσπείροντας· πετεινὰ δὲ τοῦ οὐρανοῦ τοὺς τὰ ὑψώματα ἡμῖν ἐπισπείροντας μετὰ τῆς γνώσεως τοῦ Θεοῦ. "∆ιὰ Μανασσήν." Οὖτος ἔπεισεν ἐκτόπως εἰδωλολατρεῖν τοὺς Ἰουδαίους. Λέγεται δὲ καὶ τὸν προφήτην Ἡσαΐαν αὐτὸς πρῖσαι. "Ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;" Τίς ἔχει φοβηθῆναι εἰς τὸ κακῶσαί σε; ἀντὶ τοῦ, Οὐδείς. Ἢ τίς, φησὶ, μέλλει σοι εἰρηνεύειν, ἐμοῦ σοι πολεμοῦντος; "Καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς." Τὸ, σέ, καὶ, αὐτούς, κατὰ τοῦ αὐτοῦ κεῖται· φησὶ δὲ τὴν Ἰερουσαλὴμ, καὶ τοὺς ἀπειλουμένους. "Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν." Αἱ πολυοχλοῦσαι πόλεις ἔρημοι γεγόνασιν. "Ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης." Ὑπερβολικὸς ὁ λόγος. "Ταλαιπωρίαν ἐν μεσημβρίᾳ." Τοῦ Χρυσοστόμου [ἄλ. Ὀλυμπιοδώρου]. Ὅρα πῶς τὴν τιμωρίαν ἐπήγαγεν, ὥστε μὴ νομισθῆναι ταύτας εἶναι τὰς συνήθεις, ἀλλ' ὄντως θεηλάτους τινάς. "Ἀπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον." Ἀπροσδοκήτως. "Ἐκενώθη. Ἐπέδυ ὁ ἤλιος ἐπ' αὐτῇ, ἔτι μεσούσης τῆς ἡμέρας." Ὑπὸ τοῦ πλήθους τῶν πολεμίων· ᾒ ὅτι αἰφνιδίως συμφοραῖς καταλαμβανόμενοι, οὐδὲ τὸν ἥλιον ὑπὸ τῆς ταραχῆς βλέπουσιν. "Οἵμοι ἐγὼ, ὡς τίνα, μῆτερ, μὲ ἔτεκες ἄνδρα