δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· "ἀπὸ γὰρ τῆς ἄκρας Αἰολίδος, ἣν Αἶγα οἱ ἐπιχώριοι ὀνομάζουσιν, ὅθεν ὁ Αἰγεατικὸς ἀπάρχεται κόλπος, τὴν ὀνομασίαν εἴληφεν, ὁμονύμως τῷ ζῴῳ". Ὁμοίως δὲ καὶ ὁ Ἀρτεμίδωρος τὰ αὐτά φησι τῷ Στράβωνι. "Ἄκρα τίς ἐστι τῆς Αἰολίδος, ἣν Αἶγα οἱ ἐπιχώριοι ὀνομάζουσιν, ἀφ' ἧς καὶ τὸ πέλαγος τὴν τοιαύτην ὀνομασίαν προσείληφεν". Αἰολίδος δὲ λέγω οὐκ ἔθνους ὀνομασίαν, ἀλλὰ γλώττης ἰδίωμα. Ἡ γὰρ τῶν Ἑλλήνων γλῶττα εἰς πέντε διαλέκτους διῄρηται· πρώτην μὲν τὴν τῆς Ἀτθίδος, δευτέραν τὴν Ἰώνων, τρίτην δὲ τὴν Αἰολέων, τετάρτην δὲ τὴν ∆ωριέων, πέμπτην δὲ τὴν κοινὴν ᾗ πάντες χρώμεθα. Καὶ ἀπὸ μὲν τῆς Μιλήτου μέχρι τῆς Ἐφεσίων πόλεως καὶ αὐτῆς Σμύρνης καὶ Κολοφῶνος Ἰώνων ἐστὶ κατοικία, οἵτινες τῇ τῶν Ἰώνωνδιαλέκτῳ χρῶνται. Ἀπὸ δὲ Κολοφῶνος μέχρι Κλαζομενῶν καὶ τῆς ἀντίπεραν τῆς Χίου γῆς καὶ αὐτῆς τῆς Μιτυλήνης καὶ τοῦ Περγάμου, Αἰολέων ἐστὶν ἀποικία, οἵτινες διαλέκτῳ χρῶνται τῶν Αἰολέων. Τὰ δὲ ἐπέκεινα τούτων, ἀπὸ τοῦ λεγομένου Λεκτοῦ καὶ ἕως Ἀβύδου καὶ αὐτῆς Προποντίδος καὶ μέχρι Κυζίκου καὶ τοῦ ποταμοῦ τοῦ λεγομένου Γρανικοῦ, πάντες Γραικοὶ ὀνομάζονται καὶ κοινῇ διαλέκτῳ χρῶνται, πλὴν Βυζαντίων, ὅτι ∆ωριέων ἐστὶν ἀποικία. Προσῳκείωνται δὲ τῷ στρατηγῷ τοῦ Αἰγαίου πελάγους αἵ τε Κυκλάδες νῆσοι καλούμεναι καὶ τῶν Σποράδων, ὧν προέχουσι, ἥ τε Μιτυλήνη καὶ Χίος καὶ αὐτὴ ἡ Λῆμνος. Οὐκ εἰσὶ δὲ τῶν Κυκλάδων, ἀλλὰ τῶν Σποράδων καλουμένων. Αἱ γὰρ Κυκλάδες ∆ῆλον τὴν νῆσον ἐκύκλωσαν, ὥς φησιν ὁ Περιηγητὴς [∆ιονύσιος]· ∆ῆλον ἐκυκλώσαντο καὶ οὔνομα Κυκλάδες εἰσίν. Καλοῦνται δὲ διαφόροις ὀνόμασι· Λῆμνος, Σκῦρος, Μῆλος, Ἀμολγός, Θήρα, Θηρασία καὶ Ῥήνεια. Οὐκ οἶδα δὲ εἰ τῶν Κυκλάδων εἰσὶ πᾶσαι διὰ τὸ εἶναι αὐτὰς προσγείους καὶ τῇ Ἑλλάδι συνομορούσας. Τὸ δὲ Αἰγαῖον πέλαγος βαρύπλουν ἐστὶ καὶ δυσπέρατον καὶ κύματα μακρὰ καὶ ὄρεσιν ἐοικότα προσανεγεῖρον τοῖς πλέουσιν, εἴτε διὰ τὸ πυκνὸν τῶν νήσων, εἴτε καὶ διὰ τὸ ῥεῦμα τοῦ πόντου τὸ καταβαῖνον εἰς Ἄβυδον καὶ προσαρασσόμενον ταῖς νήσοις μετὰ μεγάλου ῥοιζήματος. Ἀπὸ δὲ τοῦ Λεκτοῦ καὶ ἕως τῆς Προποντίδος τῆς τε Κυζίκου καὶ τοῦ Παρίου, καὶ αὐτὸς ὁ καλούμενος Ἑλλήσποντος ἥ τε Προικόννησος, καὶ μέχρι τοῦ Ῥυνδακοῦ ποταμοῦ καὶ ἕως αὐτοῦ τοῦ ∆ασκυλίου καὶ τοῦ Κυανοῦ κόλπου τῷ τοῦ Αἰγαίου πελάγους κρατοῦντι προσεκεκύρωντο. Ταῦτα μὲν περὶ τοῦ θέματος τοῦ Αἰγαίου πελάγους. ευροπ.1 Πρῶτον θέμα τὸ ἐπὶ τῆς δύσεως Εὐρώπης κείμενον γῆς τὸ ὀνομαζόμενον Θρᾳκῶον, ἐν ᾧ τὸ Βυζάντιον ἵδρυται καὶ τὸ τῶν Ῥωμαίων βασίλειον. ∆ίκαιόν ἐστι προκατάρχειν τῆς Εὐρώπης γῆς τὸ Βυζάντιον, τὴν νῦν οὖσαν Κωνσταντινούπολιν, ἐπεὶ καὶ πόλις ἐστὶ βασιλεύουσα τοῦ τε κόσμου παντὸς ὑπερέχουσα, ὡς τοῦ μεγάλου Κωνσταντίνου καὶ βασιλέως τὴν ἐπωνυμίαν κληρονομήσασα· ἀρχὴν δὲ τῆς Εὐρώπης ἐγὼ τίθημι, ἐπεὶ καὶ αὐτὸ τὸ Βυζάντιον τῆς Θρᾴκης ἐστὶ μέρος τὸ κάλλιστόν τε καὶ τιμιώτατον. Τὸ τοίνυν θέμα τῆς Θρᾴκης ἄρτι τὴν θέσιν καὶ τὴν ὀνομασίαν ἔλαχε θέματος, ἀφ' οὗ τὸ τῶν Βουλγάρων γένος τὸν Ἴστρον ποταμὸν διεπέρασεν, ἐπεὶ πρότερον εἰς βασιλείας διττὰς διῄρητο· καὶ μαρτυροῦσιν αὐτὰ τὰ ὀνόματα τῶν πόλεων, ἥ τε Μεσημβρία καὶ Σηλυμβρία, βασιλέων προσηγορίας ἔχουσαι πόλεις πρὶν ἢ τὴν τῶν Ῥωμαίων βασιλείαν αὐξηθῆναί τε καὶ διαδραμεῖν πάντα τὰ τοῦ κόσμου πληρώματα. Ἀφ' οὗ γὰρ ἡ τῶν Ῥωμαίων ἀρχὴ τὴν ἑαυτῆς σαγήνην ἐξήπλωσεν εἰς πάντα τὰ τοῦ κόσμου τέρματα, πάντας, ὡς εἰπεῖν, διεσκεύασε καὶ μετεσκεύασεν εἰς μίαν ἀρχὴν καὶ ζυγὸν ἠνάγκασε τελεῖν ἕνα πάντας. Ἀρξαμένης δὲ τῆς σαγήνης διασήπεσθαι καὶ διαρρήγνυσθαι, ἄλλως καὶ τὰ πράγματα καὶ τὰ ὀνόματα μετεποιήθησαν. Ἐπαρχία δὲ Θρᾴκης ὑφ' ἡγεμόνα ἐτέτακτο καὶ ὑπὸ τὸν λεγόμενον κονσιλάριον, τουτέστι βουλευτήν. Ταῦρος γὰρ ἀνθύπατος ἐκράτει τῆς Θρᾴκης ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου, ἔχων ὑφ' ἑαυτὸν πόλεις ὑφ' ἡγεμόνα καὶ κονσιλάριον