ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ συνήθως γεγονυίας δεήσεως ᾔρθη μετὰ τὴν ταύτης συμπλήρωσιν ἐντεῦθεν πάλιν ἡ θεία εἰκὼν καὶ ἐν τῷ προρηθέντι τοῦ Φάρου ναῷ ἐν τῷ δεξιῷ πρὸς ἀνατολὰς ἀνιερώθη καὶ ἀνετέθη μέρει εἰς δόξαν πιστῶν, εἰς φυλακὴν βασιλέων καὶ εἰς ἀσφάλειαν ὅλης τῆς πόλεως καὶ τῆς τῶν Χριστιανῶν καταστάσεως. 65 Ἀλλ' ὦ θεῖον ὁμοίωμα τοῦ ἀπαραλλάκτου πατρὸς ὁμοιώματος, ὦ χαρακτὴρ τοῦ χαρακτῆρος τῆς πατρικῆς ὑποστάσεως, ὦ σεπτὴ καὶ πάντιμε σφραγὶς τοῦ ἀρχετύπου κάλλους Χριστοῦ τοῦ θεοῦ ἡμῶνὡς γὰρ ἐμψύχῳ σοὶ πιστῶς διαλέγομαισῶζε καὶ φρούρει ἀεὶ τὸν εὐσεβῶς καὶ πρᾴως ἡμῶν βασιλεύοντα καὶ τὴν τῆς σῆς ἐπιδημίας ἀνάμνησιν λαμπρῶς ἑορτάζοντα, ὃν τῇ παρουσίᾳ σου ἐπὶ τὸν παππῷον καὶ πατρῷον θρόνον ἀνύψωσας· φύλαττε τὸν τούτου βλαστὸν εἰς διαδοχὴν τοῦ γένους καὶ τῶν σκήπτρων ἀνώλεθρον. βράβευε τῇ πολιτείᾳ εἰρηναίαν κατάστασιν. τὴν βασιλίδα ταύτην τῶν πόλεων ἀπολιόρκητον διατήρησον καὶ δὸς ἡμᾶς εὐαρεστοῦντας τῷ ἀρχετύπῳ σου Χριστῷ τῷ θεῷ ἡμῶν ἐν τῇ ἐπουρανίῳ εἰσδεχθῆναι βασιλείᾳ αὐτοῦ δοξολογοῦντας καὶ ἀνυμνοῦντας αὐτόν, ὅτι αὐτῷ πρέπει δόξα καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.