ἀσυνεσίας ἔμπλεῳ τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης, ὅλην περιαστράπτει τὴν ὑπ' οὐρανόν· δόξα δὲ καὶ 72.505 ἑτέρως τοῦ Ἰσραὴλ ὁ Χριστὸς, ὅτι προῆλθεν ἐξ αὐ τῶν κατὰ σάρκα, καίτοι Θεὸς ὢν ἐπὶ πάντας καὶ προαιώνιος. Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ. (A f. 39, Ε f. 128 b) Τέθειται μὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ εἰς τὰ θεμέλια Σιὼν, λίθος ὢν ἐκλεκτὸς ἀκρογωνιαῖος, ἔντιμος. Ἀλλ' οἱ μὲν ἐπ' αὐτῷ πιστεύσαντες, οὐ κατῃσχύνθησαν· οἱ δὲ ἄπιστοι, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον οὐκ ἰσχύσαντες ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν." Ἀλλ' ἠσφαλίσατο τοὺς ἐξ Ἰσραὴλ ὁ προφήτης, λέγων· "Κύριον αὐτὸν ἁγιάσετε, καὶ αὐτὸς ἔσται σου φόβος· καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμὸν, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρᾳ πτώματος." (A f. 39, Ε f. 129) Οὐκοῦν ἐπειδήπερ Κύριον καὶ Θεὸν ὄντα τὸν Ἐμμανουὴλ οὐχ ἡγίασεν ὁ Ἰσραὴλ, οὔτε μὴν ἠθέλησεν ἐπ' αὐτῷ πεποιθέναι, περιπταί σας ὡς λίθῳ διὰ τὴν ἀπιστίαν, συνετρίβη καὶ πέπτωκεν· ἀνέστησαν δὲ πολλοὶ, τουτέστιν οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι.(A f. 39 b, Ε f. 130, H f. 116) Ἢ καὶ ὡς ὁ σοφώτατος γράφει Παῦλος, "Ἰουδαίοις μέν ἐστι σκάνδαλον ὁ σταυρὸς, ἔθνεσι δὲ μωρία." Καὶ πάλιν· "Ὁ λόγος ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις, μωρία ἐστί· τοῖς δὲ σωζομένοις ἡμῖν, δύναμις Θεοῦ εἰς σωτηρίαν." ∆ιὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον ὁ Κύριός ἐστι. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. (A f. 40, B f. 31, Ε f. 131, H f. 117) Συντομώτερον δὲ εἰπεῖν, ῥομφαίαν ἐν τούτοις καταδηλοῦσθαί φαμεν, ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ πάθος τὸ ἐκ τῆς τῶν Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Ἐμμανουήλ. Καὶ ἔοικέ γε συνιέναι οὕτως, καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεών· μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο ἡ ἁγία Παρθένος, σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν σάρκα. Τοιοῦτον καὶ τὸ παρὰ τῷ Ζαχαρίᾳ· "Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου·" τουτέστιν, Ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος, καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. Τὸ δὲ παιδίον ηὔξανε, κ.τ.λ. (A f. 42, B f. 32, E f.109 b., Ε f. 135 b., H. f. 124) Τὸ δὲ λέγειν, ὅτι "Τὸ παιδίον ηὔξανε καὶ ἐκρα ταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτῷ," ταῦτα κατὰ τὸ ἀνθρώπινον εἰρῆσθαι δεκτέον. Ἄθρει δέ μοι τῆς οἰκονομίας τὸ βάθος· 72.508 Ἀνθρώπινον ὑπομένει τόκον, καίτοι τὸ ἄναρχον καὶ ἄχρονον θεϊκῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας, αὐτὸς ὢν ἡ πᾶσα σοφία. Καὶ τί πρὸς τοῦτό φαμεν; Ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεϊκῶς, ἐν τῷ λέγεσθαι λαβεῖν· οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὢν ὁ Λόγος. Τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα, τὸν τῆς κενώσεως διαδεί κνυσι τρόπον. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον, τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον· ἀλλ' ὅτε γέγονε σὰρξ, ἤγουν ἄνθρωπος καθ' ἡμᾶς, τότε τίκτεται μὲν ἐκ γυναικὸς κατὰ σάρκα, λέγεται δὲ καὶ ὑπομεῖναι τὰ ἀνθρώπινα. Ἦν μὲν γὰρ ἱκανὸς Θεὸς ὢν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου, καὶ ἐκ μήτρας εὐθὺς τὴν ἰδίαν ἀναβιβάσαι σάρκα· ἀλλ' ἦν οὐ μακρὰν τερατοποιίας τὸ δρώμενον. ∆ιὰ τοῦτο τοῖς τῆς ἀνθρωπότητος ἔθεσί τε καὶ νόμοις, τὸ κρατεῖν ἐδίδου καὶ ἐπὶ τῆς ἑαυτοῦ σαρκός. Οὕτω καὶ ἐν σοφίᾳ προκόπτειν ἂν λέγοιτο, οὐ προσθήκην σοφίας δεχόμενος, καθ' ὃ νοεῖται Θεὸς ὁ ἐν πᾶσι παντέλειος, καὶ ἀπροσδεὴς