καθήκει τὰ παρόντα κακά. Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κατὰ θάλατταν ἐμπρησμοὺς ἐκ τοῦ παρὰ Ῥωμαίοις ὠμβρημένου πυρὸς τοῖς ἐπὶ πλοίων φεύγειν ὁρμήσασι, τὰ κατ' αἰγιαλούς, τὰ περὶ τὰς ἀμφόδους, ἔργον ἂν εἴη πολύ, καὶ ὡς οὐ μόνον τῶν ἀνθοπλιτῶν Λατίνων κατεφέροντο οἱ τοῦ Ἀνδρονίκου, ἀλλὰ καὶ ὅσοις περιεποιεῖτο ἔλεον τὸ ἀπάλαμνον· καὶ γυναῖκες γὰρ αὐτῶν ἐρριπτοῦντο ξίφεσι καὶ βρέφη. Καὶ τοῦτο μὲν δεινόν, οὐχ οὕτω δέ, ὡς ὅτε καὶ γαστέρων ἀναρρηγνυμένων μητρικῶν ἐμαιοῦτο σίδηρος τὰ ἔμβρυα καὶ πρὸ ὥρας βλέποντος ἡλίου τὸ μικρὸν ὁ τοῦ Ἅδου σκότος μετεξεδέχετο αὐτό, τεθνηκὸς πρὶν ἢ καὶ ζῆσαι τὸ τέλειον. Θηριῶδες τοῦτο καὶ ἀσύγκριτον μανίαις ἑτέραις. Ἔπεσε τότε καὶ ἀνὴρ ἱερὸς ἐν Λατίνοις, οὐκ οἶδ' εἴτε ἀπὸ τῆς πρεσβυτέρας ἥκων Ῥώμης κατὰ πρεσβείαν εἴτε Σικελίαθεν, πάντως δὲ ἢ Ῥωμαῖος ὢν ἢ Σικελός. Καὶ οὐχ ἁπλῶς ἔπεσεν, ἀλλὰ μετὰ τῆς παρ' ἐκείνῳ ἱερᾶς ὅλης περιβολῆς, ἣν ὅπλων πρόβλημα περιέθετο, εἴ πως αὐτὸν αἰδέσονται οἱ κακοί. Καὶ γέγονε καὶ ταῦτα ἡμῖν προκεντήματα, ὧν ἐπάθομεν. Ἡμῖν γὰρ οὐδὲ οἱ ναοὶ τοῦ θεοῦ ἄσυλοι. Οὐδὲ γὰρ οὐδ' αὐτοὶ ἄχραντοι ἔμειναν, ὅτε νεκροὶ μὲν 36 ἐστρώννυον αὐτοῖς τὰς κρηπῖδας παντοδαποί, ἐν οἷς καὶ ἱερὰ πρόσωπα, αἵματι δ' ἐρράδατο τοῖχοι καλαί τε μεσόδμαι, παρ' ὅσοις αἱ ἱεραὶ στέγαι ταπειναὶ ᾔροντο. Ἀλλὰ ταῦτα μὲν ὕστερον. Τότε δὲ τηλίκον ἦν τὸ κακὸν τοῖς Λατίνοις, ὡς ἐκβοήσαντας κατὰ τοῦ Ἀνδρονίκου δοκεῖν δικαιωθῆναι καθ' ἡμῶν καὶ ἀκουστὰς θεῷ γενέσθαι τὰς αἰτήσεις αὐτῶν. Καὶ οὕτω μέν, ὡς ἔφθη στενολεσχήσας ὁ λόγος, κατέδυ πόλιν ἐκείνην εὐρυάγυιαν ὁ Ἀνδρόνικος. Καὶ ἦν σκοπὸς αὐτῷ τοῦ λοιποῦ τῶν ἐφεξῆς πράξεων καὶ ἀληθῶς προὔργου στερεῶσαι μὲν πρὸς μικρὸν τὴν βασιλείαν ἐμπορικῶς τῷ μικρῷ Ἀλεξίῳ, κατασεῖσαι δὲ τῆς κραταιότητος τήν τε μητέρα, ἐπεὶ τὸν ἱστορούμενον Πρωτοσεβαστὸν ἀποσκευάσοιτο, πρωτόλειον ἐκεῖνον Ἐριννύσιν ἐκδούς. Καὶ κατέμενεν οὕτω προκεντῆσαι τὰς τῶν πρακτέων ἀρχάς. Καὶ ὡσιώσατο μὲν ἐνταῦθα καὶ ὅρκους, καὶ αὐτοὺς οἵους καὶ ὅσους, ὧν εἷς καὶ ὁ ἐπὶ τοῦ μεγάλου πανσεβάστου βήματος τεθεμελιωμένος εἰς κρηπῖδα, ἣν οὐκ ἔστι κατασεῖσαι Χριστιανοῖς· εἰς αὐτὸ γὰρ ἦν συμπεπηγὼς τὸ αἷμα καὶ τὸ σῶμα τοῦ σωτῆρος Χριστοῦ, τὰ πᾶσι φρικτὰ καὶ πάντιμα· ἐδίδου δὲ ὑπονοεῖν ἀσφάλειαν πίστεως βασιλικῆς καὶ τὸ τῆς ταπεινότητος ψευδεπίγραφον. Πεδοῖ γὰρ ἑαυτὸν ῥίψας ὁ Ἀνδρόνικος καὶ ἁπαλὸν βασιλικὸν πόδα χειρὶ ἄρας ἠρέμα τῷ σκληρῷ τραχήλῳ ἐπέθετο, φαντάζων ὡς οὕτως ὑπὸ πόδα τῷ βασιλεῖ ἀεὶ πατήσεται. Καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐλαφρίσας ἐπεκάθισεν ὤμῳ σφετέρῳ πρὸς σύμβολον καὶ τοῦτο τοῦ εἰς κεφαλὴν αὐτὸν ἔχειν, καθάπερ ὅσιον. Ἦσαν ταῦτα. Καὶ οἱ μὲν ἀγχινούστεροι καὶ οἷοι ἔχειν τὸ ἀληθῶς εὐεπήβολον ὤκνουν πρὸς τῷ ἀνδρὶ εἶναι, οὐ πάνυ πολλοὶ ἐκεῖνοι, εὖ ὅτι μάλιστα εἰδότες οἷος πέπλαστο· οἱ δὲ πλείους παρήγοντο τοῦ ἀληθοῦς καὶ ἠνθισμένας τὰς ἐκείνου τρίβους ὁρῶντες τοὺς βοθύνους οὐχ ὑπεβλέποντο, ἀγαθοὶ καὶ οὗτοί γε ὄντες Χριστιανοὶ καὶ λογισμῷ διοικούμενοι, ὡς οὐκ ἄρα τοιούτους ὅρκους συγχέαι κατατολμήσει ἄνθρωπος, γένους εὖ ἔχων καὶ ὁρῶν τὰ τοῦ θεοῦ ἄλλως ἐπιρρεπῶς ἔχοντα πρὸς αὐτὸν καὶ πεπιστωμένος χρῆναι βασιλεῦσιν εἴκειν, οἷς ἡ φύσις ἁλυσιδώσασα τὴν βασιλείαν ἡρμόσατο καὶ τὸ τῆς ἀρχῆς μήρυμα εὖ συνεκλώσατο. Καὶ οὕτω μὲν οἱ ξύμπαντες. Ὁ δὲ τὰ πρῶτα κολακείαν σκευωρήσας ὡς ὑπαγαγέσθαι τὸ πολιτικὸν καὶ ἀνύσας ὃ προύθετο, εἶτα καὶ ἀκκίζεσθαι προεβάλετο, οἷα ἐν τῷ προρρέειν ἐπὶ ἀγαθῷ τῆς πόλεως ἐπιτυγχάνων καταρράκταις, οἵπερ αὐτῷ ἀναχαιτίζουσι τὸ ῥεῦμα ὡς εἰς ἀνάρρουν τινά. ∆ιὸ καὶ ἀναχωρεῖν ἐθέλειν εἰς τὴν τῶν Παφλαγόνων αὖθις ἐσκήπτετο. Τὰ δ' ἦν κότος κατὰ τῶν καὶ εὐγενῶν καὶ ἰσχυρῶν εἰς τὸ πᾶν, οὕς, μελετῶν καινά, ὑπώπτευεν 38 ἐναντιωσομένους αὐτῷ. Ἦν δὲ ἐν αὐτοῖς κορυφαῖον μέρος οἱ, ὡς ἐρρέθη, ἐπὶ γῆς Ἄγγελοι, φῦλον ἐκεῖνο καὶ γένους ἔχον τὸ ὑπερέχον καὶ ἀνδρίας εὖ ἧκον καὶ πίστεως βασιλικῆς καὶ συνέσεως, καὶ ὁ μέγας δοὺξ ὁ