1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

11

οὐ φέρω βλέπουσά σε. Πῶς πῶς σιγᾷς νῦν, οὐδ' ὑπανοίγεις στόμα; ∆ὸς φθέγμα μοι, δός, δὸς παρηγόρημά μοι· φθέγξαι τι μικρὸν μητρὶ δυστήνῳ, Τέκνον. Ναὶ Τέκνον οἶδα καὶ Θεόν μου, κἂν φέρῃς θάνατον οἰκτρὸν ἀθανατίζοντά με, θάνατον ἀθάνατον ἄγοντα κλέος καὶ χάρμα παντὶ τῷ βροτῶν γένει μέγα. {ΘΕΟΛΟΓΟΣ} Τέτλαθι, παγκοίρανε, μαιμῶσα κλάειν· ἑκὼν γὰρ ἔτλη πότμον, οὔκουν ἀέκων, ὡς παμφάγον νῦν καββαλὼν οἶτον γένους ἔκδικος ἔλθῃ, ∆εσπότης παντεργάτης, λέβητι χρυσέῳ δ' ἐφέψων μοι δέμας, σοφῇ προμηθείᾳ με καινίσῃ ξένως. Λυγρὸν γὰρ ἀπὸ γῆρας εὐφυῶς ξύσας ἀνθρωπολοιγοῦ παμπαλαιᾶς μοι λύμης, κοῦρον φίλον θήσειεν ἡβώωντά με· ὡς νῦν κάκιστον γῆρας ἅπαντας τρύχει, ναὶ ναὶ τρύχει γῆράς με πημάτων βάρει λώβης παλαιᾶς μητρὸς ἠπατημένης· ἀλλ' αὐτὸς ἀλύξαι με πημάτων ἔφη, αὐτὴν πρὸς αὐτὸν μητέρα στρέψαι τ' ἐμὴν καὶ γαῖαν οἶκόν θ' ὃν προδοῦσ' ἀφίκετο βουλαῖς ἀνάγνοις θηρὸς ἠγριωμένου ἐς τήνδε γαῖαν, μητέρα στεναγμάτων, μετ' ἀνδρός, ὃν πρὶν ἥδ' ἀτιμάσασ' ἔγνω. Ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο, οἷον τὸ λιπεῖν οὖθαρ ἀρούρης πάρος· καὶ τοῦδ' ἕκητι πάνθ' ὑποστῆναι θέλειν αὐτὸς προεῖπε καὶ θέλων ἔτλη μόρον, ἤματι τριτάτῳ δ' ἀνέγρεσθαι τάφου, μύσταις φίλοις φέροντα χάρμα καὶ μέγα. Εἰδώς τε ταῦτα πάντα πρίν, σαφῶς ἔφη. Ἤδη δ' ἔχει ξύμπαντα ταῦτα νῦν τέλος· λείπει δὲ γηθόσυνον ἦμαρ καὶ μόνον, καὶ τοῦτο νῦν μενοῦμεν, ἔσται δ' ὡς ἔφη. Ὁ γὰρ τὰ λυπρὰ νητρεκῆ νῦν γνωρίσας, καὶ χάρμα δείξει λαμπρὸν ἤματι τρίτῳ. Οἶδάς τε σὺ μάλιστα τέρμα δρωμένων· θήσει δὲ λύπης ἀντὶ τῆσδε καὶ γόων τιμὰς μεγίστας ἀνὰ γῆν σοι καὶ πόλον πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων, ναούς τε σοι τεύξουσι τὸ βροτῶν φύλον. Θᾶττον γὰρ ἀντὶ τοῦδε δυσσεβοῦς φόνου σεμνὴν ἑορτὴν τῇδε γῇ προσάψεται, καὶ γῆν Σολύμων ἱερὸν τεύξει πέδον· ὧν εἵνεκα χρὴ μὴ μέτρου θρηνεῖν πέρα. Μὴ δῆτα γοῦν, δέσποιν', ἀφέρτατα στένε, οὔτ' ὄμμ' ἐπαίρουσ' οὔτ' ἀπαλλάσσουσα γῆς πρόσωπον, οὐ βλέφαρα δακρύων ῥοῆς. Ἕως πότε στρέψεις δὲ κάτω τὴν δέρην, ῥοαῖς καταρδεύουσα τὴν γῆν δακρύων; ἔκδικον ὄμμα παντεπόπτου ∆εσπότου εἰδυῖα θᾶττον χάρμα σοι φέρειν μέγα, πρὸς ὅν σε τείνειν ὄμμα καὶ μόνον δέον. Οἶδας γάρ, οἶδας· ἕψεται τοῖς φροιμίοις καὶ τέρμα φαιδρόν, γηθόσυνος ἡμέρα· μίαν μόνην μεῖναί σε δεῖ τὴν αὔριον, ὡς ξυμπερανθῇ φροντίς, ἣ κἀμὲ τρύχει. {ΘΕΟΤΟΚΟΣ} Υἱὸς σύ μοι πέφηνας ἄλλος, παρθένε· αὐτὸς γὰρ εἶπεν Υἱός, ὅς μοι καὶ μόνος. Οἶδάς τε πάντως πάντα, τίς χρειὼ λέγειν; ὡς ἀσπόρως ἔτικτον, ὠδίνων ἄτερ, στερράς τ' ἔφυγον τῶν τόκων ἀλγηδόνας, Θεοῦ τε Παῖδα τοῦτον ἀγγείλας ἔφη, καὶ πόλλ' ἔδρασεν, οἷα καὶ μόνου Θεοῦ. Καὶ πῶς τανῦν οἴσαιμι γυμνὸν καὶ νέκυν ἐν ἰκρίῳ βλέπουσ' ἀπῃωρημένον, ὃς γαῖαν ᾐώρησεν ὑδάτων ὕπερ, δι' ὃν τὸ φάος ἡλίου συνεστάλη, καὶ τῆς σελήνης τ' ἐσκότασε πᾶν σέλας καὶ ῥῆξιν ἀνέτλησαν αἱ πέτραι φόβῳ, μνημεῖά τ' ἠνοίγησαν εἰς δεῖγμα κράτους, αὐτοῦ παθόντος ὑπὲρ αὐτῶν Αἰτίου. {ΘΕΟΛΟΓΟΣ} ∆έσποινα παγκοίρανε, μῆτερ τοῦ Λόγου, αὐτὸς κἀγὼ τέθηπα, μὴ φέρων βλέπειν φρικτὸν θέαμα, ∆εσπότην τεθνηκότα, ζωὴν τὸν ἐμπνέοντα τοῖς ζῶσι πνοῇ, στένω τε πυκνὰ καὶ χέω θερμὸν δάκρυ. Ἐλπὶς δ' ὅμως τρέφει με καὶ θρηνῶν φέρω· οὐ γὰρ ἀπιστῶ τοῖς λόγοις τοῦ ∆εσπότου. Ἡ καλλιφεγγὴς ἡμέρα δὲ τριτάτη τὸ τέρμα δείξει τῆς τρεφούσης ἐλπίδος· ἣ μὴ παρέλθοι, καὶ θανεῖν με συμφέρει. {ΘΕΟΤΟΚΟΣ} Τριτάταν ἁμέραν μὲν εἰδυῖα κλύω αὖθις φθορᾶς πάναγνον ἀνίσχειν δέμας· νῦν δ' ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος καὶ δυστάλαιναν τὴν πάλαι μακαρίαν. Ὅθεν τὰ θνητῶν μᾶλλον ἡγοῦμαι σκιάν, κοὐδ' ἂν τρέσασ' εἴποιμι τοὺς σοφοὺς βροτῶν δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων, τούτους μεγίστην ζημίαν ὀφλισκάνειν. Θνητῶν γὰρ οὐδείς ἐστιν ὄλβιος φύσει· ὄλβου δ' ἐπιρρυέντος, εὐκλεέστερος ἄλλου γένοιτ' ἂν ἄλλος, ὄλβιος δ' ἂν οὔ. {ΗΜΙΧΟΡΙΟΝ} Πάντων ὅσ' ἔστ' ἔμψυχα καὶ γνώμην ἔχει, γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν, ὅσαι τεκοῦσαι καὶ θανόντ' εἶδον τέκνα· ὡς τρὶς θανεῖν θέλοιμ'