11
εκτικὸν ἀξιοῖς ὀνομάζειν; ἀλλὰ τοῦ ζῆν ἀντεχόμενος τὸν ζωοποιὸν ἀτιμάζεις καὶ τὸν ἁγιασμὸν ζητῶν παραλογίζῃ 3,1.110 τὸν τὴν χάριν τοῦ ἁγιασμοῦ διανέμοντα καὶ τὸ διδόναι τὰ ἀγαθὰ οὐκ ἀρνούμενος αὐτὸν ἔχειν τὴν δύναμιν τοῦ αἰτεῖσθαι κρίνεις ἀνάξιον, οὐδὲ τοῦτο λογιζόμενος, ὅσῳ μεῖζόν ἐστι τὸ δοῦναί τι ἀγαθὸν τοῦ αἰτηθῆναι· τῷ μὲν γὰρ αἰτηθέντι, οὐ πάντως προσμαρτυρεῖ τὸ μεγαλεῖον ἡ αἴτησις· δυνατὸν γάρ ἐστιν αἰτηθῆναί τι καὶ τὸν μὴ ἔχοντα. ἐπὶ γὰρ τῇ προαιρέσει τοῦ αἰτοῦντός ἐστιν· ὁ δὲ παρασχών τι ἀγαθὸν ἀναμφίβολον τῆς προσούσης αὐτῷ δυνάμεως πεποίηται τὴν ἐπίδειξιν. τί οὖν τὸ μεῖζον αὐτῷ προσμαρτυρῶνλέγω δὲ τὸ δύνασθαι δοῦναι πᾶν ὅ τι καλόνὡς μεγάλου τινὸς ἀποστερεῖς τῆς αἰτήσεως, καίτοι τοῦτο πολλάκις, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν οὐδενὸς κυρίων δι' ἀπάτης τοῦ προσιόντος γίνεται. αἰτοῦσι καὶ παρὰ τῶν εἰδώλων οἱ τῆς ματαιότητος δοῦλοι τὰ κατὰ γνώμην αὐτοῖς, ἀλλ' οὐ παρὰ τοῦτο δόξαν τινὰ προστίθησι τοῖς εἰδώλοις ἡ αἴτησις· κἀκεῖνοι δὲ δι' ἀπάτης αὐτοὺς παρέχοντες προσδοκίᾳ τοῦ μετασχεῖν τινος ὧν ἐλπίζουσιν αἰτοῦντες οὐ διαλείπουσιν. σὺ δὲ πεπεισμένος οἵων καὶ ὅσων παρεκτικόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον ὑπερορᾷς τῆς αἰτήσεως καὶ καταφεύγεις ἐπὶ τὸν νόμον τὸν κελεύοντα κύριον τὸν θεὸν προσκυνεῖν καὶ αὐτῷ μόνῳ λατρεύειν; πῶς οὖν αὐτῷ μόνῳ λατρεύσεις, εἰπέ μοι, ἀποσχίσας αὐτὸν τῆς πρὸς τὸν μονογενῆ καὶ τὸ πνεῦμα ἑαυτοῦ συναφείας; ἀλλ' αὕτη Ἰουδαϊκὴ ἡ προσκύνησις.
Ἀλλ' ἐρεῖς ὅτι πατέρα ἐννοῶν καὶ τὸν υἱὸν τῇ προση γορίᾳ συμπεριέλαβον. τὸν δὲ υἱόν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν ἆρ' οὐ συμπαρεδέξω καὶ τὸ πνεῦμα τὸ ἅγιον; οὐκ ἂν ἀντείποις. πῶς γὰρ αὐτὸν ὁμολογήσεις, <εἰ> μὴ ἐν πνεύματι ἁγίῳ; πότε οὖν τοῦ υἱοῦ τὸ πνεῦμα χωρίζεται ὥστε τοῦ πατρὸς προσκυνουμένου μὴ συμπεριλαμβάνεσθαι μετὰ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν προσκύνησιν; αὐτὴν δὲ τὴν προσκύνησιν τί ποτε εἶναι λογίζονται, ἣν ὡς ἐξαίρετόν τι γέρας τῷ ἐπὶ πάντων θεῷ χαριζόμενοι καὶ ἕως τοῦ μονο 3,1.111 γενοῦς ἔσθ' ὅτε τὴν τιμὴν ταύτην διαβιβάζοντες ἀπαξιοῦσι τὸ πνεῦμα τοῦ τοιούτου γέρως; ἡ μὲν γὰρ ἀνθρωπίνη συνήθεια τὴν πρὸς τὸ ἔδαφος τῶν ὑποχειρίων ἐπίκλισιν, ἣν ἀσπαζό μενοι τοὺς δυνατωτέρους ἐπιτηδεύουσι, τοῦτο προσαγορεύει προσκύνησιν· καθὼς φαίνεται καὶ ὁ πατριάρχης Ἰακὼβ τοῦ ἀδελφοῦ τὴν ὀργὴν ἱλεούμενος τὸ καταδεέστερον ὑπὸ ταπεινο φροσύνης διὰ τοῦ τοιούτου σχήματος ἐν τῇ ὑπαντήσει πρὸς αὐτὸν ἐπιδείκνυσθαι. Προσεκύνησε, γάρ φησιν, τρίτον ἐπὶ τὴν γῆν. καὶ οἱ τοῦ Ἰωσὴφ ἀδελφοί, ἕως αὐτοί τε ἠγνόουν κἀκεῖνος τὴν ἄγνοιαν πρὸς αὐτοὺς ὑπεκρίνετο, διὰ τὸ ὑπερέ χον τοῦ ἀξιώματος τῇ προσκυνήσει τὴν δυναστείαν ἐτίμησαν. προσκυνεῖ δὲ καὶ ὁ μέγας Ἀβραὰμ τοὺς Χετταίους, τοὺς ἐγχωρίους ὁ ἔπηλυς, δεικνύς, οἶμαι, δι' ὧν ἐποίει, ὅσον οἱ αὐτόχθονες τῶν παροικούντων ἐπικρατέστεροι. καὶ πολλὰ τοιαῦτα λέγειν ἐστὶν ἔκ τε τῶν ἀρχαίων διηγημάτων καὶ ἐκ τῶν παρόντων τοῦ βίου ὑποδειγμάτων. ἆρ' οὖν τοῦτο νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν; καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ πνεῦμα τὸ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους ὁ πατριάρχης ἠξίωσεν; ἢ ἄλλην τινὰ παρὰ ταύτην νομίζουσι τὴν προσκύνησιν, ὡς τὴν μὲν ἀν θρώποις, τὴν δὲ τῇ ὑπερεχούσῃ φύσει προσήκουσαν; πῶς οὖν καθόλου τὴν προσκύνησιν ἀθετοῦσιν ἐπὶ τοῦ πνεύματος μηδὲ τὴν ἐπὶ τῶν ἀνθρώπων συγκεχωρημένην αὐτῷ χαριζό μενοι; Τίνα δὲ καὶ νομίζουσιν ἰδίως ἀποτετάχθαι τῷ θεῷ προσκυνήσεως τρόπον; τὸ εἰπεῖν τῷ ῥήματι ἢ τὸ ἐνεργῆσαι τῷ σχήματι; ἢ ταῦτα μὲν καὶ πρὸς ἀνθρώπους ἐστὶ κοινά· καὶ γὰρ λέγεται καὶ ἐπ' ἀνθρώπων τὰ ῥήματα καὶ ἐνεργεῖται τὰ σχήματα· τί οὖν ἐπὶ θεοῦ τὸ ἐξαίρετον; ἢ παντὶ δῆλον τῷ καὶ ὁποσονοῦν διανοίας μετέχοντι ὅτι θεοῦ μὲν ἄξιον δῶρον ἡ ἀνθρωπίνη φύσις ἔχει οὐδέν· τῶν γὰρ ἀγαθῶν ἡμῶν ὁ ποιητὴς ἡμῶν χρείαν οὐκ ἔχει. ἡμεῖς δὲ οἱ ἄνθρωποι 3,1.112 τὰς τιμητικὰς ταύτας καὶ ἀγαπητικὰς ἐνδείξεις, ἃς ἐπ' ἀλλήλων ποιούμεθα ἕτερος τοῦ ἑτέρου ταπεινότερος εἶναι τῇ ὁμολογίᾳ τῆς τοῦ