1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

11

δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ;" Πρὸς μὲν ῥητὸν, ὅτι τοῖς ψευδοπροφήταις ἀντέλεγε, καὶ πρὸς τοὺς παρανομοῦντας ἐδικάζετο· πρὸς δὲ διάνοιαν, διὰ τὸ τὴν ἁμαρτίαν πολυμερῶς περισύρειν τὴν ἀγαθότητα. "Οὔτε ὠφέλησέν με οὐδείς." Ὅτι οὐδὲν ὁ προφητικὸς λόγος τῆς ἁμαρτίας ἀπήλλαξεν, ὡς ἐξ ἀνάγκης δεῖσθαι τῆς διὰ Χριστοῦ ἀπολυτρώσεως. "Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με." Τοῖς ἐπιβουλεύουσί μοι. "Γένοιτο, ∆έσποτα, κατευθυνόντων αὐτῶν." Εἴθε, φησὶ, κατηύθυναν, καὶ ἐπέστρεψαν πρὸς σὲ, ὡς πάλιν ἐδεόμην ὑπὲρ αὐτῶν, καὶ ᾔτουν αὑτοῖς ἀγαθὰ, καὶ ταῦτα ἐχθρῶν μοι ὄντων αὐτῶν, καὶ πολεμίων. "Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλκοῦ ἡ ἰσχύς σου;" Ἐκ Θεοῦ πρὸς τὸν λαὸν ὁ λόγος. Κἂν ἰσχυρὸς ᾖς, φησὶν, ὡς σίδηρος ἢ χαλκὸς, περιέσομαί σου. "Καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου." Τί ἐστιν ἀντάλλαγμα; Ἀντὶ τῶν ἁμαρτιῶν σου δώσω τὰ χρήματά σου καὶ τὴν ἰσχύν σου, ἐπειδὴ αὐτοῖς ἐθάῤῥουν. "Γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμόν." Ταχὺ, μὴ βραδύνῃς. "Καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου." Ἵνα μετὰ χαρᾶς προφέρω τὰ σὰ λόγια, μηκέτι ὑπ' αὐτῶν ἀντιλεγόμενος. 93.664 "Παιζόντων, κ.τ.λ." Καταγέλωτος ἄξια ἐργαζομένων. "Ἡ πληγή μου στερεά." Θεοδωρίτου [ἄλ. Ὀλυμπιοδώρου]. Μὴ γὰρ εἰς ὠφέλειαν αὐτῶν ἡ ἐμὴ πληγή; Τίνος οὖν ἕνεκεν συγχωρεῖς αὐτούς; "Πόθεν ἰαθήσομαι;" Ὀλυμπιοδώρου. [ἄλ. Θεοδωρήτου.] Ἀπὸ κοινοῦ τῆς ἀνθρωπότητος φέρει τὸν λόγον, οὐδαμόθεν δυναμένης ἰαθῆναι, εἰ μὴ ὑπὸ μόνου τοῦ Σωτῆρος ἡμῶν. "Γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν." Ἡ τῶν ψευδοπροφητῶν ἀπάτη ἡ καὶ πλήξασα τὸν λαόν· ἢ αὐτὴ ἡ ἁμαρτία ἄπιστος οὖσα, καὶ ἐοικυῖα ὕδατι ἀποπνίγοντι τοὺς ἀπολαμβανομένους. Ἔστι δὲ ψευδὲς ὕδωρ οὐκ ἔχον πίστιν τὰ τῶν αἱρετικῶν βαπτίσματα. "Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· καὶ πρὸ προσώπου μου στήσῃ." Ἐὰν γὰρ, φησὶν, ἀποστῇς τῆς ἁμαρτίας, ἔσῃ ὡς ἀπ' ἀρχῆς ὁ Ἀδὰμ, τῆς ἐμῆς θεωρίας ἀξιούμενος. "Καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ." Ἐὰν ἐξαγάγῃς ῥῆμα τίμιον, τουτέστι τὸ τῆς πίστεως ὁμολόγημα, ἀπὸ τοῦ ποτε ἀναξίου καὶ ἀπίστου, καὶ παρασκευάσῃς αὐτὸν πιστεῦσαι, ὡς στόμα ἔσῃ τοῦ εἰπόντος Σωτῆρος· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. "Καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀποστρέψεις πρὸς αὐτούς." Σπούδασον, φησὶν, ὧ προφῆτα, τοιοῦτος εἶναι, ὡς ἕλκειν αὐτοὺς πρὸς ἀρετὴν, καὶ μὴ ὑπὸ τῆς αὐτῶν κακίας καθέλκεσθαι. ΚΕΦΑΛ. Ιʹ. "Καὶ σὺ μὴ λάβῃς." Ἱστορεῖται ὁ προφήτης παρθένος εἶναι, ὡς ὑπὸ Θεοῦ κελευσθεὶς μὴ γῆμαι. "Μὴ εἰσέλθῃς εἰς θίασον." Εἰς ἑστίασιν εὐφροσύνης ἢ καὶ πένθους. "Οὐ μὴ κόψονται." Ἀμυχὰς, κατατρύσματα. "Καὶ φωνήν." Τὴν τελείαν ἀφαίρεσιν τῆς χαρᾶς φησι. Βορειοτέρα ἐστὶν ἡ Βαβυλὼν ὡς πρὸς τὴν Ἱερουσαλήμ· τῆς οὖν αἰσθητῆς Βαβυλῶνός φησι καθ' ἱστορίαν, ἢ καὶ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας. "Ἰδοὺ ἐγὼ ἀποστέλλω." Τοὺς ἀποστόλους λέγει. "Ἀποστέλλω τοὺς πολλούς." Τοὺς προέδρους τῶν Ἐκκλησιῶν. Ἐκ τῶν διαβολικῶν ἐνεργειῶν. "Καὶ θηρεύσωσιν." Τῶν δαιμόνων, ἢ καὶ τῶν τῆς κακίας τρόπων. "Καὶ ἐπάνω παντός." Τῶν ἀφανῶν καὶ δυσκατανοήτων τῆς κακίας ἐνεργειῶν. "Καὶ ἀνταποδώσω." Εἰ μὲν κατὰ τῶν δαιμόνων, καὶ αὐτῶν καὶ ἡ ἐπιφερομένη διπλῆ τιμωρία, ὅτι καὶ ἀπέστησαν τοῦ ἀληθοῦς Θεοῦ τοὺς ἀνθρώπους, καὶ ἑαυτοὺς ἐθεοποίησαν· εἰ δὲ κατὰ τῶν ἀνθρώ 93.665 πων μετὰ τὴν γνῶσιν ἁμαρτανόντων, διὸ διπλοῦν τιμωροῦνται. "Ἐν τοῖς θνησιμαίοις." Ἐν τοῖς νεκροῖς τῆς ἁμαρτίας ἔργοις· βδελύττεται δὲ καὶ τὰ θνησιμαῖα ὁ νόμος. "Πρὸς σὲ ἔθνη." Πρὸς τὸν Κύριον Ἰησοῦν, περὶ οὗ γέγραπται· Καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. "Εἰ ποιήσει." Τὸ τῆς ἐνανθρωπήσεως. "Καὶ γνωριῶ." Ὁ Πατήρ ἐστιν ὁ λέγων περὶ τοῦ Μονογενοῦς. ΚΕΦΑΛ. ΙΖʹ. "Ἐπικατάρατος." Ἐφ' ἑαυτὸν, ἢ καὶ ἕτερόν τινα· ἢ καὶ ὁ νομίζων ψιλὸν ἄνθρωπον εἶναι τὸν Σωτῆρα Χριστὸν, καὶ μὴ Θεὸν ἐνανθρωπήσαντα. "Καὶ στηρίσει." Καὶ πεποιθὼς ᾖ ἐπὶ τῇ δυνάμει αὐτοῦ. "Καὶ