ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον. Γέγραπται δὲ πάλιν ἀναστήσεσθαι αὐτὸν, μεθ' ὧν ὁ Κύριος ἀνίστησιν, τῶν δικαίων δηλονότι· οἱ γὰρ ἀσεβεῖς, φησὶν, οὐκ ἀναστήσονται ἐν κρίσει, οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Καὶ ταῦτα δὲ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφήναντος τῇ βίβλῳ· πλὴν ὅμως πάντα δεχόμεθα, οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες. ιηʹ. Οὗτος ἑρμηνεύεται ἐκ τῆς συριακῆς βίβλου. Συριακὴν νῦν τὴν Ἑβραίων διάλεκτον κα 391 λεῖ, ἐπειδὴ καὶ Συρίαν τὴν Ἰουδαῖαν, καὶ Σύρους οἱ πολλοὶ τοὺς Παλαιστινοὺς ὀνομάζουσιν· καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος φησί· Περιτέμνονται δὲ Ἰνδοὶ, καὶ Αἰγύπτιοι, καὶ Ἄραβες, καὶ οἱ ἐν Παλαιστίνῃ Σύροι· τοὺς Ἰουδαίους οὕτω καλοῦσιν.