νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρία καὶ αὐτὸς ὁ Ἴστρος καὶ τὸ περιώνυμον ὄρος τὸ διῆκον ἄχρι τοῦ Πόντου, τὸ καλούμενον Αἷμος, τῆς Θρᾴκης εἰσὶ μέρη, νυνὶ δὲ ἀλλότρια χρηματίζουσι. Τὸ δὲ τῆς Θρᾴκης θέμα ὑπὸ τὸν βασιλέα Κωνσταντινουπόλεως ἐτέτακτο καὶ εἰς ὑπουργίαν αὐτοῦ ἐχρημάτιζε, καὶ οὐδέπω τις στρατηγὸς ἦν ἐν αὐτῷ· ἀφ' οὗ δὲ τὸ θεομίσητον τῶν Βουλγάρων ἔθνος ἐπεραιώθη εἰς τὸν Ἴστρον ποταμόν, τότε καὶ αὐτὸς ὁ βασιλεὺς ἠναγκάσθη διὰ τὰς ἐπιδρομὰς τῶν Σκυθῶν καὶ αὐτῶν τῶν Βουλγάρων εἰς θέματος τάξιν ἀγαγεῖν αὐτὸ καὶ στρατηγὸν ἐν αὐτῷ χειροτονῆσαι. Ἐγένετο δὲ ἡ τῶν βαρβάρων περαίωσις ἐπὶ τὸν Ἴστρον ποταμὸν εἰς τὰ τέλη τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, ὅτε καὶ τὸ ὄνομα αὐτῶν φανερὸν ἐγένετο· πρότερον γὰρ Ὀνογουνδούρους αὐτοὺς ἐκάλουν. Ἡ δὲ Θρᾴκη ὀνομασίαν μὲν ἔσχεν ἀπὸ Θρᾳκὸς βασιλέως, τοῦ πάλαι ἐν αὐτῇ τελευτήσαντος· ἢ ἀπὸ νύμφης Τιτανίδος, ἀφ' ἧς καὶ Κρόνου ∆όλογκος, ὅθεν τὸ πρῶτον ἔθνος τῶν Θρᾳκῶν ∆όλογκοι ὀνομάζονται. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ *** τὸ τῶν ∆ολόγκων ἔθνος τῇ Θρᾴκῃ συναριθμῶν. Ἱεροκλῆς δὲ ὁ γραμματικὸς ὁ γράψας τὸν Συνέκδημον *** λέγων οὕτως· "εἰσὶν αἱ πᾶσαι ἐπαρχίαι καὶ πόλεις, αἱ ὑπὸ τὸν βασιλέα τῶν Ῥωμαίων διοικούμεναι τὸν ἐν Κωνσταντινουπόλει, ἐπαρχίαι μὲν ξδʹ, πόλεις δὲ λεʹ". Ἀρχὴν οὖν τῆς Εὐρώπης τὴν βασιλίδα τῶν πόλεων καὶ τοῦ κόσμου παντὸς τὴν νέαν Ῥώμην ἐγὼ τίθημι· διὰ τοῦτο καὶ τὸ περὶ αὐτὴν θέμα τὸ καλούμενον Θρᾴκη, τῶν ἐν τοῖς Εὐρώπης μέρεσι θεμάτων πρῶτον τεθείκαμεν, ὡς καὶ αὐτῆς τῆς πόλεως τῆς πάλαι Βυζαντίδος καλουμένης ἐν τῇ τῶν Θρᾳκῶν ἱδρυνθείσης χώρᾳ. Αὐτὸ δὲ τὸ Βυζάντιον Μεγαρέων καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἐστιν ἀποικία, τῶν ἀρχαιοτάτων Ἑλλήνων· διὸ καὶ τῆς τῶν ∆ωριέων γλώττης ἐν ἐπιστήμῃ τυγχάνουσιν. Εἴπωμεν τοίνυν ὡς ἡ ἀρχαία τάξις ἐκράτει καὶ αὐτῶν τῶν ἐπαρχιῶν τὰ ὀνόματα. Ἐπαρχία Θρᾴκης, ἤγουν Εὐρώπης· ὑπὸ κονσιλαρίων, τουτέστι βουλευτῶν, πόλεις ιδʹ· Εὐδοξιούπολις, Ἡράκλεια, Ἀρκαδιούπολις, Βιζύη, Πάνιον, Ὄρνοι, Γάνος, Καλλίπολις, Μήριζος, Σαλτική, Σαύαδα, Ἀφροδισία, Ἄπρος, Κοιλία. Ἐπαρχία Ῥοδόπης· ὑπὸ τὸν αὐτόν, πόλεις ζʹ· Παρθικόπολις, Ἡράκλεια Στρύμνου, Αἶνος, Μαξιμιανούπολις, Σέρραι, Φίλιπποι, Τραϊανούπολις. Ἐπαρχία Ἡμιμόντου· ὑφ' ἡγεμόνα, πόλεις ε[ξ]ʹ· Ἀδριανούπολις,Ἀγχίαλος, ∆εβελτός, Πλουτινούπολις, Τζόϊδα. Ἐπαρχία Θρᾴκης· ὑπὸ κονσιλάριον, πόλεις εʹ· κλίμα Μεστικὸν καὶ Ἀκόντισμα, Φιλιππούπολις, Βερόη, νῆσος Θάσος, νῆσος Σαμοθρᾴκη. Ἐπαρχία [Μυσίας] Σκυθίας· ὑφ' ἡγεμόνα, πόλεις ιεʹ· Τόμις, ∆ιονυσόπολις, Ἄκραι, Καλλάτις, Ἴστρος, Κωνσταντιανά, Ζέλπα, Τρόπαιος, Ἀξιούπολις, Καπίδαβα, Κάρσος, Τρόσμις, Νοβιόδουνος, Αἴγισσος, Ἁλμυρίς. Ἕως ὧδε τὸ τῆς Θρᾴκης θέμα κατὰ τὸν Ἱεροκλέους Συνέκδημον, καὶ μετὰ ταῦτα τὸ τῆς Μακεδονίας θέμα, ὃ ὑπὸ τὸ Ἰλλυρικὸν καὶ τὴν ἐκεῖσε τοποθεσίαν τέτακται· ἄρχεται οὖν οὕτως· *** ευροπ.2 ∆εύτερον θέμα Μακεδονίασ Μακεδονία ἡ χώρα ὠνομάσθη ἀπὸ Μακεδόνος τοῦ ∆ιὸς καὶ Θυίας τῆς ∆ευκαλίωνος, ὥς φησιν Ἡσίοδος ὁ ποιητής· Ἣ δ' ὑποκυσαμένη ∆ιὶ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακηδόνα θ' ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ' ἔναιον. Ἄλλοι δὲ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος, Ἱερειῶν πρώτῃτῶν ἐν Ἄργει· "ἐκ Μακεδόνος τοῦ Αἰόλου, ἀφ' οὗ νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες". Λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μάκετα, ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν· "καὶ τὴν Ὀρεστείαν δὲ Μάκεταν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος". Ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος· "καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας". Οἱ δὲ τῆς Μακεδονίας βασιλεύσαντες ἀπογόνους ἑαυτοὺς Ἡρακλέους ὀνομάζουσιν, Ἡρακλέους ἐκείνου τοῦ βουφάγου καὶ λεοντοφόνου τυγχάνοντος, οὗ τὴν εἰκόνα καὶ