εἰσάπαν τῶν θεοπρεπῶν ἀξιωμάτων, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ σώματος ἡλικίᾳ συνεκτείνοντος κατὰ βραχὺ τῆς σοφίας τὴν ἔκφανσιν. (A f. 42 b., H f. 124 b) Προκόπτει δὲ ἡλικίᾳ μὲν σῶμα, σοφίᾳ δὲ ψυχή. Θεότης γὰρ οὐδετέραν ἐπί δοσιν ἐπιδέχεται· παντέλειος γὰρ ὁ τοῦ Θεοῦ Λόγος. Εἰκότως δὲ συνέζευξε τῇ τῆς ἡλικίας αὐξήσει, τὴν τῆς σοφίας ἐπίδοσιν· πρὸς γὰρ τὸ μέτρον τῆς τοῦ σώματος ἡλικίας, ἀπεκάλυπτεν ἡ θεία φύσις τὴν οἱκείαν σοφίαν. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς. (A f. 45, B f. 32, E f.110, Ε f. 109, H f. 132 b) Εἰπὼν ὁ εὐαγγελιστὴς, ὅτι προέκοπτεν ὁ Ἰησοῦς ἐν σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώποις, δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ Παρθένῳ, ἑορτῆς κα λούσης εἰς τοῦτο· εἶτά φησιν ἀπομεῖναι μὲν αὐτὸν, εὑρεθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντά τε καὶ ἀποκρινό μενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμέ να· εἶτα θαυμαζόμενον ἐπὶ ταῖς ἐρωτήσεσιν ὑπὸ πάντων καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα διὰ τοῦ γινώσκεσθαι πολλοῖς ὅτι τοιοῦτός ἐστιν. Ὁ Πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. (B f. 33) Ἥδει μὲν γὰρ ἡ μήτηρ αὐτοῦ μὴ τέκνον εἶναι αὐτὸν τοῦ Ἰωσήφ· ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων τοῦτό φησι· καὶ ἐπειδὴ εἶπεν, ὅτι "Ὁ 72.509 πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε," ὁ Σω τὴρ πρὸς τοῦτο λέγει· Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; (A f. 45 b, Ε f. 110 b, η φ, 134) Ἐνταῦθα οὖν πρώτως τοῦ ἀληθῶς Πατρὸς φανερώτερον μνημονεύει, καὶ παραγυμνοῖ τὴν ἑαυτοῦ θεότητα. Ἐπειδὴ γὰρ ἔφασκεν ἡ ἁγία Παρθένος· "Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως;" τότε δὴ, τότε τῶν ἀνθρωπίνων ἐπέκεινα μέτρων ἑαυτὸν ὄντα δεικνὺς, καὶ διδάσκων ὅτι γέγονε μὲν ὑπουργὸς τῆς οἰκονομίας αὐτὴ τεκοῦσα τὴν σάρκα, φύσει δὲ καὶ ἀληθείᾳ Θεὸς ἦν, καὶ Υἱὸς τοῦ ἐν οὐρανοῖς ὄντος Πατρὸς, φησίν· "Οὐκ ᾔδειτε," κ.τ.λ.(A f. 45 b., Ε f. 110 b., H f. 134) Ἐν ταῦθα οἱ ἀπὸ Οὐαλεντίνου ἀκούοντες, ὅτι Θεοῦ ἦν ὁ ναὸς, καὶ νῦν ἐν ἰδίοις ὁ Χριστὸς, ὁ καὶ πάλαι διὰ τοῦ νόμου γραφόμενος, καὶ ὡς ἐν σκιαῖς καὶ τύποις μορφούμενος, αἰδείσθωσαν λέγοντες, ὅτι οὐχ ὁ ∆ημιουργὸς, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, οὐδὲ ὁ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. (A f. 46, B f. 33 b., Ε f. 112, H f. 136 b) Φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης· "Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας." Ποῖποτε προκόψει τὸ πλῆρες; ἢ ποίαν ὅλως ἐπιδέξεται προσθήκην, οὗ ἐπέκεινα μηδέν; Οὐκοῦν οὐ καθ' ὃ Λόγος ἐστὶ καὶ Θεὸς προκόπτειν εἴρηται, ἀλλ' ὅτι μειζόνως ἀεὶ θαυμαζόμενος, χαριέστερος παρὰ τοῖς ὁρῶσι διὰ τῶν ἀποτελεσμάτων ἀπεδείκνυτο, προκοπτούσης, ὡς ἔστι μᾶλλον εἰπεῖν ἀληθέστερον, τῆς τῶν θαυμάτων ἕξεως ἐν ταῖς τῶν ὁρώντων διανοίαις, ἤπερ αὐτοῦ τοῦ τελείου πρὸς χάριν ὡς Θεοῦ. Σκόπει δὲ ὡς τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ' ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ' ἐν αὐτῇ τὸ ἀνθρώπινον. Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ ἐπιτήρει ὡς οὐκ εἶπεν, Ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ' "Ὁ Ἰησοῦς," ἵνα μὴ γυμνὸν νοήσῃς τὸν Λόγον· ἀλλ' ὅτι γέγονε σὰρξ, καὶ προκόπτειν λέγεται, ὅτε τὸ προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτέστι τὸ ἀνθρώπινον. Τῆς οὖν ἀνθρωπότη τος ἂν εἴη, καὶ κατὰ ταύτης ἂν φέροιτο εὐλόγως τὸ, προέκοπτεν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς τὸν τῆς θεότητος λόγον.