12
Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν ἀπὸ τῆς τῶν ὅλων ποιητικῆς τε καὶ δημιουργικῆς δυνάμεως ἀρχόμενος ὁ κατ' αὐτοὺς λόγος παρίστησιν, οὐ συλλογισμοῖς οὐδὲ πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον ἐπι θειάζων τῷ ἁγίῳ πνεύματι· ὑφ' οὗ θεοφορούμενος ὧδέ πως ὁ Μωσῆς ἀπήρξατο 7.11.2 τῆς θεολογίας· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» εἶτά φησιν· «Εἶπεν ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» καὶ πάλιν· «Εἶπεν ὁ θεός· γενηθήτω στερέωμα, καὶ ἐγένετο.» καὶ πάλιν· «Εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο.» καὶ αὖθις· «Εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς, καὶ ἐγένετο.» καὶ πάλιν· «Εἶπεν ὁ θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο.» καὶ πάλιν· «Ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς 7.11.3 γῆς κατὰ γένος, καὶ ἐγένετο.» ἐν δὴ τούτοις φάσκουσα ἡ γραφὴ «εἶπεν ὁ θεός» τὸ θεῖον νεῦμα καὶ τὸ ὡδί πως γενέσθαι τὰ ὄντα βουληθῆναι τὸν θεὸν παρίστησιν, οὐ μὴν φωνῇ καὶ συλλαβαῖς φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον, ἀλλὰ τὸν πάντα λόγον ἀνακεφαλαιούμενος «Αὕτη», φησίν, «ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν 7.11.4 καὶ πάντα τὰ ἐν αὐτοῖς.» τοιαύτη μὲν ἡ καθ' Ἑβραίους θεολογία, λόγῳ θεοῦ δημιουργικῷ τὰ πάντα συνεστάναι παιδεύουσα. ἔπειτα δὲ οὐχ ὧδε ἔρημον ὡς ὀρφανὸν ὑπὸ πατρὸς καταλειφθέντα τὸν σύμπαντα κόσμον ὑπὸ τοῦ συστησαμένου διδάσκει, ἀλλ' εἰς τὸ ἀεὶ ὑπὸ τῆς τοῦ θεοῦ προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν θεόν, ἀλλὰ καὶ σωτῆρα καὶ διοικητὴν καὶ βασιλέα καὶ ἡγεμόνα, ἡλίῳ αὐτῷ καὶ σελήνῃ καὶ ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ δι' αἰῶνος ἐπιστατοῦντα μεγάλῳ τε ὀφθαλμῷ καὶ ἐνθέῳ δυνάμει πάντ' ἐφορῶντα καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα καὶ τὰ πάντα ἐν κόσμῳ δια7.11.5 τάττοντά τε καὶ διοικοῦντα· ὥσπερ οὖν ἀμέλει καὶ οἱ μετὰ ταῦτα προ φῆται, ἀκόλουθα καὶ αὐτοὶ θειάζοντες, τοτὲ μὲν ἀνεφώνουν ἐξ αὐτοῦ τοῦ θείου λέγοντες προσώπου· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ θεὸς πόρρωθεν. εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι 7.11.6 αὐτό; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος·» τοτὲ δὲ ὧδέ πη θεολογοῦντες· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν κυρίου καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» καὶ πάλιν· «Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν» καὶ αὖθις· «Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα» καὶ ἑξῆς· «Κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν, ἐγὼ κύριος ὁ θεός» καὶ ἑξῆς· «Ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν· ἐγὼ κύριος ὁ θεὸς καὶ 7.11.7 οὐκ ἔστι πλὴν ἐμοῦ» καὶ πάλιν· «Οὕτως ἐρεῖτε αὐτοῖς· θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ. κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ἐμωράνθη πᾶς 7.11.8 ἄνθρωπος ἀπὸ γνώσεως» καὶ πάλιν· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ