Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. ∆ιὸ καὶ ἀξιοῦντα μεταπλέειν καὶ ὑποχωρεῖν ὅθεν ἦλθε διὰ τὸ μηδὲν ἔχειν σπουδαῖον πράττειν τῇ ἐκ τῶν πολλῶν κωλύμῃ ἐπεῖχον ἐγκείμενοι, προσκλαίοντες, ποτνιώμενοι, γουναζόμενοι πρὸς θεοῦ καὶ ψυχῆς καὶ τῶν φιλτάτων καὶ ἐνδιδόντες ἐξεῖναι αὐτῷ κατὰ πάντων κρατεῖν, εἰς ὅπερ ἂν αἱροῖτο. Μὴ γὰρ ἄν φασι διὰ τούσδε ἢ ἐκείνους τὸ πᾶν ἐξολέσθαι. Ἀφίησιν οὖν ἐπὶ τούτοις ὁ Ἀνδρόνικος τὴν θρύψιν ἐκείνην, καὶ βαθμίδα ταύτην πρώτην ὑπαναβὰς τοῦ μέγιστα δύνασθαι διὰ τὴν δημοτικὴν ἰσχύν, οὕτω προσκολλωμένην αὐτῷ καὶ τὸ κατ' αὐτὸν ὀλίγον εἰς μυρίον ἐπαύξουσαν, βαθύνει σκέμμα λαβυρινθῶδες. Καὶ τέως τρέπεται κατὰ τοῦ ἀρχιερέως, οὐ δεσμοῦ μόνον, ἀλλὰ καὶ τοῦ μὴ εἶναι ὅλως ἀξιῶν ἐκεῖνον, ὡς ἑαυτῷ δύσχρηστον, καὶ μάλισθ' ὅτι καὶ ᾔσθετο προορώμενον ἃ πράξει οὗτος εἰς τὸν βασιλέα κακά. Ἤσθετο δὲ τρόποις πολλοῖς, ὧν εἷς καὶ οὗτος διακεκήρυκται. Ὠνείδισέ ποτε ὁ Ἀνδρόνικος τὸν ἐν ἁγίοις γέροντα, ὅτι βασιλεωπάτορος τόπον ἐπέχων οἷς ἐπιτροπεύει τοῦ βασιλεύοντος, οὐ συχνὰ παραβάλλει ἐπισκέπτεσθαι τὸν εἰς υἱὸν τεθειμένον, τοιοῦτον ὄντα. Ὁ δ' ὑπειπὼν ἀρκεῖν εἰ διαλείπων βραχέα ἥκει πρὸς ἐπίσκεψιν τοῦ παιδός, ἄνθρωπος τοσούτοις μεριζόμενος πράγμασι, καὶ οὕτως ἠπίως τῷ τοῦ Ἀνδρονίκου προσενεχθεὶς ὀνειδισμῷ, εἶτα καὶ καυτῆρα δριμὺν ἐπήγαγε, προσεπειπὼν ὡς ἄλλως τε καὶ ἐξεφρόντισα ἤδη τὸν βασιλέα ἐνδεδημηκότα σε ἐξευρών. Εἶπεν ὁ γέρων. Καὶ Ἀνδρόνικος, ἦν γὰρ ὀξύς, ὥσπερ στρεβλὰ εἰπεῖν, οὕτω καὶ ὑπονοῆσαι τὰ μὴ βαθέως ἑλικτά, πυνθάνεται τοῦ σοφοῦ γέροντος πῶς ποτὲ ἂν εἴποι δι' αὐτὸν ἐκπεφροντικέναι τὸν βασιλέα. Καὶ ὁ μέγας θατέρῳ σκέλει τοῦ σημαινομένου τῆς ἐκφροντίσεως ἐνερεισάμενος, φάναι εἶπε τὸν λόγον, «καθότι σοῦ εἰς ἀστραβῆ κίονα ὑποστήσαντος ἑαυτόν, βαστάζειν τὰ ὑπὲρ τοῦ παιδός, αὐτὸς ἀπεφορτισάμην τὸ πολὺ τοῦ φροντίζειν, ἀναθέμενος ὡς ἰσχυρῷ σοι αὐτῷ τὰ βαρήματα». Ἡσυχάζει ἐνταῦθα ὁ Ἀνδρόνικος καὶ τὸν θυμὸν ὑπενδακὼν καὶ τοῦτο μόνον ἀκροβολισάμενος δίχα ῥοίζου λιγέος κατὰ τοῦ γέροντος, ὡς ἄρα βαθὺς Ἀρμένιος, καὶ παραμίξας τῇ βαρύτητι καὶ σαρκασμόν, τὸν 40 ἄχρι καὶ μειδιάματος, ἀρχὴν ἐκεῖθεν ἔθετο τρανέστερον μελετᾶν. Καὶ εἰς τοσοῦτον ἐξίκετο δραστηριότητος, ὡς μετὰ μικρὸν ἐπαναστῆσαι καὶ ἐπιστῆσαι τοὺς χύδην πικροὺς ἕως καὶ εἰς ἐσχάτην θρασύτητα, ὡς καὶ διαχρησθῆναι κίνδυνον γενέσθαι τὸν ἀρχιερέα μετὰ πολλὰς ὕβρεις, ὁποίας καὶ Ἰουδαῖοι ἐτοξάσαντο ἂν κατὰ Θεοῦ. Καὶ εἰ μὴ τεχνησάμενος ὁ γέρων ἑαυτῷ τὰ σωτήρια ἐκ μέσων κρυβεὶς ἀπεσύρη, ἀποδυσάμενος, ὡς ἐχρῆν, τὸ ἄρχειν, ἔπαθεν ἂν ὅπερ οὐκ ἦν αὐτῷ ἐθέλοντι. Καὶ αὐτὸς μὲν οὕτω ξυνέστειλεν αὑτόν, ἀφεὶς καθ' ἑτέρων μεμηνέναι τὸν Ἀνδρόνικον. Ὁ δ' ἐπεὶ οὐκέτι προβλῆτι σκοπέλῳ τινὶ ἀνεκρούετο, ἐξεκύμαινεν ὀλέθρια κατὰ πάντων, οὐχ ὥστε καὶ εἰπεῖν «ὅς τε αἴτιος ὅς τε καὶ οὐκί», ἀλλὰ κατὰ τῶν μηδὲ ὅλως αἰτίων, τὸ ἀδικώτατον· καὶ τήν τε τοῦ βασιλέως περιγράψας μητέρα ἐν τῷ σεμνείῳ τοῦ ἐν ἁγίοις σοφοῦ ἰατῆρος ∆ιομήδους, ἐπισχὼν οὐ πολὺν χρόνον ἀπῆγξέ τε καὶ ἐβύθισεν, ὑπουργοῖς χρησάμενος ὧν ἐνίους ὁ καταβραβεύων αὐτοῦ θυμὸς οὐ πολλῷ ὕστερον εὖ ποιῶν ἐτίσατο, παιδεύοντος ἡμᾶς καὶ οὕτω τοῦ θεοῦ ὡς καὶ ὁ ἐπιτάσσων τὰ φαυλότατα καὶ ὁ ὑποτασσόμενος τοῦ προσώπου πειρῶνται τοῦ θεοῦ, ὁποίου οἶδε ∆αυΐδ. Τοῦτό τε οὖν οὕτως ἐξήμαρτε. Καὶ σύγκλητον δὲ θέμενος ἀνδρῶν λογάδων, ἁπάντων τῶν τοῦ μεγίστου γένους, κατά τινα ἡμέραν, ἣν καὶ ἐγγράψηταί τις ἂν εἰς ἀποφράδα δεινήν, συλλαμβάνει ἐκείνους ὡσεὶ καὶ ἰχθύας τινὰς ἐν ἀφύκτῳ πανάγρῳ δίχα γε τῶν καλῶν Ἀγγέλων, οἳ ὡς οἷα πτερυξάμενοι ἐς φυγὴν ἐσκορπίσθησαν, καὶ διατίθεται πάσας, ὡς οὐκ ἂν εὐλογήσοι τις, λαβάς, ἐπικαλῶν ἑκάστοις τὸ κατὰ βασιλέως ἐνδομυχεῖν, ἐκείνου, εὐστόχως εἰπεῖν, ἀλιτήριος. Καὶ ὀλίγους μέν τινας ἐδικαίωσεν εἰς εἱρκτὴν, ἦσαν δὲ οἳ καὶ ἐξ ὀμμάτων ἐγένοντο, πλείους γε οὗτοι. Τινὰς