1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

12

ἂν ἢ τεκεῖν ἅπαξ καὶ πότμον ἰδεῖν ἐντραφέντος μοι τέκνου. Ἀλλ' οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ' ἥκει λόγος, ὦ παγκοίρανε πότνα, παρθέν' ὀλβία. Ἦ πολλὰ παντὸς εἶ διάφορος γένους· ἐγὼ γὰρ ἀνδρὸς τέρψιν εἰσδεξαμένη, ἀνθ' ἡδονῆς ὠδῖνας ἐν λύπαις τρέφω, καὶ θνητὸν ὡς ἔτικτον, εἰδυῖα στέγω· κούφως φέρειν γὰρ συμφορὰς θνητοὺς δέον. Σὺ δ' ἀνδρὸς οὐκ ἔγνωκας εὐνήν, παρθένε, Θεὸν τεκεῖν τ' ἔκλυες ἀγγέλου, λέγεις· καὶ νεκρὸν αὐτὸν νῦν ὁρῶσα πῶς φέρεις; {ΘΕΟΤΟΚΟΣ} Ἐᾶτέ μ'· οὔτι φίλα μοι τὰ μὴ φίλα· ἤγγειλεν οἷ' ἤγγειλεν· οὐ μομφὴν ἔχει εὐάγγελος δόξης γε τῆς εὐαγγέλου· ἢν ἐσφάλην ἐγὼ δὲ τῆς ἀγγελίας οὐκ οἶδ', ὀχυρὰς ἐμφέρω γὰρ ἐγγύας. Θρηνεῖν δὲ δεῖ με· δακρύων γὰρ ἄξια πέπονθα πολλά, καὶ στένω καὶ δακρύω, ἕως ἴδοιμι ζῶντα τὸν τανῦν νέκυν. {ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ} ∆έσποινα κούρη, χρή σε συγγνώμην ἔχειν, εἴ τις ὑφ' ἥβης σπλάγχνον εὔτονον φέρων μάταια βάζει, μὴ δόκει τούτων κλύειν· σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν. {ΘΕΟΤΟΚΟΣ} Αἲ αἴ· Ἔτλην μεγάλων ἄξια θρήνων ἐγώ. Ὦ μέγεθος οὐ μετρητὸν οὐδ' οἷόν τ' ἰδεῖν. Φόνον ταλαίναις χερσὶν ἐξειργασμένοι, τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε εἰς θρῆνον, εἰς δάκρυα· παγκαλὴς ἀγών, ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα. Φεῦ φεῦ, φρονήσαντες μὲν οἷ' ἐδράσατε, ἀλγήσετ' ἄλγος δεινόν· εἰ δ' ἕως τέλους ἐν τῷδ' ἀεὶ μενεῖτ', ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦντες δόξετ' οὐχὶ δυστυχεῖν· ἀλλ' οὐκ, ἐγᾦμαι, ταῦτ' ἀνατὶ παρίῃ. Τί γὰρ καλόν; τί δ' ἀσεβῶς τῶνδ' οὐκ ἔχει; Ὄλοισθ' ὄλοισθε, στυγεροὶ μιαιφόνοι, οἳ ∆εσπότην κτανόντες οὐ φροντίζετε, πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν· ἀλλ' ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι. {ΧΟΡΟΣ} Κακῶς πέπρακται πανταχοῦ, τίς ἀντερεῖ; Ἅπας δ' ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος· στέργουσι δ' αὐτὸν συμφοραῖς νικώμενοι. Σοὶ δ' οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη, κἂν οὐ μόνη σὺ σοῦ δ' ἀπεζύγης Τέκνου. Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ γένους· ὅμως δὲ πάντα τλησικαρδίως φέρειν τανῦν προσήκει κάρτα τ' αὖ πεποιθέναι. {ΘΕΟΤΟΚΟΣ} Αἲ αἴ· ∆έδορκά τινα τῶν ἀλαστόρων, κόραι, οἳ συνέτριψαν τῶν μιαιφόνων σκέλη, κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ. ∆έδοικα δ' αὐτόν, μή τι βουλεύσῃ νέον καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν, Παῖδ' ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον. Ἰώ μοί, μοι· Θέαμα δεινὸν ὄμμασι βλέπω νέον. Κατίδετ' ἴδεθ' αἷμα νυγέντος νεκροῦ· ὁρᾶθ' ὁρᾶτε πῶς διπλοῦς κρουνὸς ῥέει· πλευρᾶς γὰρ αἷμα κοὐ πεφυρμένον ποτὸν ἔβλυσεν εὐθὺς ὡς ἐνύγη τῷ ξίφει ἡβῶντος ἀνδρὸς δυσμενῶν ἐξ Αὐσόνων. ∆ιπλοῦς ἔτι βλύζει τε κρουνὸς αὐτόθεν· αὐτὸς δ' ὁ νύξας ἐκπλαγεὶς κέκραγέ πως, ὡς «ἔστιν ὄντως Παῖς Θεοῦ νέκυς ὅδε». Τρέχει δ', ὁρᾶτε, καί γε προσπίτνει ξύλῳ· πίπτει τ' ἐπ' οὖδας τῇ θέᾳ νικώμενος, στῆθός τε παίει καὶ περιπτύσσει πέδον, ἔνθ' ἰκρίον πέπηγεν ἐμπεφυρμένον ῥείθρῳ καταρρέοντι τῆς πλευρᾶς ἔτι, ἀρύεταί τε χερσὶ κρουνοῦ καὶ κάραν ἔχρισεν, ὡς ἔοικεν, ὡς ἅγνισμ' ἔχῃ. {ΧΟΡΟΣ} Ἔοικεν Ἄναξ πολλὰ τῇδ' ἐν ἡμέρᾳ κακὰ ξυνάπτειν ἐνδίκως μιαιφόνοις· αὐτούς γε μέντοι, μὴ φίλους, δράσειέ τι ἔκδικον ὄμμα ∆εσπότου παντεργάτου. Ἴτω δίκ', ἴτω φανερῶς ξιφηφόρος καὶ πυρφόρος τάχιστα τοῖς μιαιφόνοις. Ἔστι γὰρ ὄντως θαῦμα φρικτὸν εἰσορᾶν· ὁ μὲν γὰρ ὦσε κατὰ πλευρᾶς που δόρυ, πλευρᾶς νενυγμένης δὲ θαυμαστὸν νάμα ἔσταξεν εὐθὺς αἷμά τ' οὐ πεφυρμένον· φρικτὸν θέαμα καὶ τρόμος μ' ὁρᾶν ἔχει. ∆ιδάσκαλον φέρω γὰρ αὐτὴν τὴν κτίσιν, γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας τάφους τε νεκρῶν ἄφαρ ἠνεῳγμένους· αὐτὸς δ' ὁ νύξας ἔντρομος πεσὼν θίγει. {ΘΕΟΤΟΚΟΣ} Ὦ τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα, οὕτως ἐφάνης πᾶσι, καὶ τοῖς μὴ φίλοις· σφόδρα ποθεινὴ δακρύοισι συμφορά· κενοῖς τὸ καθάρσιον αἷμα τοῦ γένους καὶ δυσμενεῖς φρίττουσιν, ἀθροῦντες ξένα, Θεοῦ τε κεκράγασι τρανῶς σ' Υἱέα· πάντα τρέμουσιν, ἅτε μὴ γνώμην ἔχει· οἱ δ' ἐγγενεῖς σ' ἔκτειναν ἀλόγῳ φθόνῳ, ἐξ ὧν σ' ἐχρῆν στέφανον ἐς κάραν λαβεῖν, οὐχ οἷον ἐμπαίζοντες ἔστεψάν σέ πως· οἵδ' οὐδὲ φροντίζουσί σ' ἐνθεῖναι τάφῳ. Πῶς οὖν ἐγώ σε τοῦ ξύλου καταγάγω; ποίῳ δὲ τύμβῳ