1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

12

92 γῆν ἰδιώματα, διὰ τῆς ἑαυτῶν δαπάνης τρέφει τὰς ἀερίους ποιότητας· οὕτως εἴποι τις ἂν ἐξ ἐναντίου μὲν εἶναι τὸ ὑγρόν τε καὶ ψυχρὸν, τῷ θερμῷ καὶ ξηρῷ, μὴ μέντοι τρέφεσθαι ταῦτα ταῖς ἀλλήλων φθοραῖς, μηδὲ τὴν τοῦ εἶναι τούτων ἑκάτερον δύναμιν, ἐν τῷ μὴ εἶναι τὸ ἕτερον ἔχειν. Οὕτω γὰρ ἂν οὐθέτερον εἴη, εἴπερ ἡ διαμονὴ ἀμφοτέρου ἐν τῇ τῶν δύο φθορᾷ τὴν δύναμιν ἔχοι· ἴση γὰρ ἐν ἑκάστῳ ἡ τοῦ φθείρειν τὸ ἕτερον δύναμις, καὶ ἀεὶ καταπλεονά ζων τοῦ ἐπικρατοῦντος ὁ ἀφανισμὸς τοῦ λειπομένου γίνεται· καὶ ὅτι ἀληθὴς ὁ λόγος, ἐξ αὐτῆς ἔστι τῆς πείρας τοῦτο μαθεῖν. Ὅταν γάρ τινος ὕλης τὸ πῦρ περιδράξηται, εἶτα ἐπαχθῇ τὸ ὕδωρ, σαφῶς ἔστιν ἰδεῖν τῶν δύο τούτων τὴν ἐν ἀλλήλοις φθοράν· τὸ γὰρ ἐπικρατοῦν ἐν τούτοις ἀφανίζει τὸ ἕτερον, ἴσως εἴκοντος ἑκατέρου τῇ δυναστείᾳ τοῦ πλησιάζοντος. Ἕως δ' ἂν ἰσόῤῥοπος ἐν ἀμφοτέροις ἡ δύναμις, ἢ ὁμοίως παρ' ἀμφοτέρων ἀλλήλοις ὁ ἀφανισμὸς ἐνεργεῖται, καὶ οὐθέτερον τῷ ἑτέρῳ τρέφεται, ἀλλὰ τὰ δύο ἀλλήλοις ἐναφανίζεται. Ὡς τοίνυν ἐπὶ τῶν ἀλληλοφαγούντων θηρίων οὐκ ἔχει φύσιν, ἀμφότερα δι' ἀλλήλων ζῇν, τὰ ὑπ' ἀλλήλων φθειρόμενα· οὕτω καὶ ἡ τοῦ ὑγροῦ πρὸς τὸ ξηρὸν ἐναντίωσις, οὐθέτερον ἂν ἐν τῷ εἶναι φυλάσσοι, εἴπερ ἡ τοῦ ἑτέρου ἀπώ λεια τρέφοι τὸ ἕτερον. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν οὕτως ἂν μᾶλλον ἡμῖν κατὰ τὸ ἀκόλουθον διαληφθῆναι τὸν λόγον· ἐπειδὴ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν ἐστὶν, ἑκάστῳ φημὶ δεῖν τῶν ὄντων ἐνθεωρεῖ σθαι τὴν τοῦ καλοῦ τελειότητα. Ἡ γὰρ τοῦ λίαν προσθήκη, διὰ τῆς ἐπιτατικῆς σημασίας σαφῶς ἐν δείκνυται τὸ ἀνελλειπὲς εἰς τελείωσιν. Ὡς γὰρ ἐν τῇ γενέσει τῶν ζώων μυρίας μὲν ἔστι διαφορὰς ἰδεῖν τῶν ἐν τούτοις γενῶν, τῷ δὲ καθολικῷ λόγῳ τῆς τῶν ὄντων ἀποδοχῆς ἁρμόζειν ἐφ' ἑκάστου φαμὲν, κατὰ τὸ ἶσον τὸ καλὸν εἶναι λίαν· οὐ μὴν πρὸς τὸ φαινό μενον τὴν ἀποδοχὴν εἶναι, ἢ ἂν καὶ ἡ σκολόπενδρα, καὶ ὁ χερσαῖος βάτραχος, καὶ τὰ ἐκ τῆς σήψεως τῶν βορβόρων ζωογονούμενα, ἔχοι τὸ λίαν καλά· ἀλλ' οὐ πρὸς τὴν ὥραν τῶν γεγονότων ὁ θεῖος ὀφθαλμὸς βλέ πων, ἐν εὐχροίᾳ τινὶ καὶ εὐμορφίᾳ τὸ καλὸν ὁρίζεται, ἀλλ' ἐν τῷ ἕκαστον, καθὸ ἔστι, τελείαν ἐν ἑαυτῷ ἔχειν τὴν φύσιν· οὐ γὰρ ἐν τῷ βοῦν μὴ εἶναι, τὸν ἵππον ἔστιν εἶναι, ἀλλ' ἐν ἑκάστῳ τούτων συντηρεῖ ἑαυτὴν ἡ φύσις, ἰδίας ἀφορμὰς πρὸς τὴν ἰδίαν διαμονὴν κεκτημένη, οὐκ ἐν φθορᾷ τῆς φύσεως, ἀλλ' εἰς τὴν τοῦ εἶναι δύναμιν ἔχουσα. Οὕτω κἂν ἑτέρως ἔχοι τὰ στοιχεῖα πρὸς ἄλληλα, ἀλλ' οὖν ἐφ' ἑαυτοῦ ἕκαστον καλόν ἐστι λίαν. Ἐφ' ἑαυτοῦ γὰρ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ καλῷ συμπεπλήρωται. Καλόν ἐστιν ἡ γῆ· οὐ γὰρ τῆς ἀπωλείας τοῦ ἀέρος χρῄ ζει πρὸς τὸ εἶναι γῆ, ἀλλὰ μένει ἐν ταῖς ἰδίαις ποιότησι, διὰ τῆς φυσικῆς αὐτῇ θεόθεν ἐγκειμένης δυνάμεως ἑαυ τὴν συντηροῦσα. Καλὸν ὁ ἀήρ· οὐκ ἐν τῷ μὴ εἶναι τὴν γῆν, ἀλλ' ἐν ᾧ αὐτός ἐστι ταῖς κατὰ φύσιν ἐνυπαρχού σαις αὐτῷ δυνάμεσι πρὸς τὴν διαμονὴν ἐξαρκῶν. Οὕτω καὶ ὕδωρ λίαν καλὸν, καὶ τὸ πῦρ καλόν ἐστι λίαν, ταῖς ἰδίαις ἑκάτερον συμπεπληρωμένον ποιότησι, καὶ τῇ δυνάμει τοῦ θείου θελήματος κατὰ τὰ ἴδια μέτρα τῆς πρώτης γενέσεως, εἰς τὸ διηνεκὲς παραμένον. «Ἡ γῆ,» φησὶν, «εἰς τὸν αἰῶνα ἕστηκεν·» οὐκ ἐλαττου μένη, οὐ πλεονάζουσα. Ὁ ἀὴρ ἐν τοῖς ἰδίοις ὅροις φυλάσσεται, τὸ πῦρ οὐ μειοῦται· πῶς μόνον ἐκ πάντων τὸ ὕδωρ τῶν δαπανωμένων ἐστί; Καὶ ἔτι 93 πρὸς τούτοις πολλὴν ὁρῶμεν ἐν συγκρίσει τῶν ὄντων τὴν πυρώδη οὐσίαν καὶ δύναμιν· καὶ τοῦτο σαφῶς ἐκ τῶν τὰ μετέωρα πεφιλοσοφηκότων εἰς ἀπόδειξιν ἄγεται, τὸ πολλαπλασίονα τῆς γῆς εἶναι τὸν ἥλιον· ὡς μηδὲ ἐπὶ πολὺ τοῦ ἀέρος τὴν ἀπ' αὐτῆς σκιὰν ἐξικνεῖσθαι, τῷ ὑπερβάλλοντι τοῦ ἡλιακοῦ μεγέθους κωνοειδῶς ἐν τῇ προσβολῇ τῶν ἀκτίνων συστελλομέ νην. Εἰ οὖν οὕτως ὀλίγον τοῦτο ὡς πρὸς ἐκεῖνο κρινό μενον, ὥστε πολλοστὸν εἶναι τοῦ ἡλιακοῦ μεγέθους μετὰ πάσης τῆς γῆς τὸ ὕδωρ ἀντιμετρούμενον· εἰς πόσον ἂν χρόνον τὸ βραχὺ τοῦτο τῷ τοσούτῳ πυρὶ πρὸς τὴν δαπάνην διήρκεσεν; Ἀλλὰ μὴν διαπαντὸς ὁρῶμεν τὴν θάλασσαν ἐν τῷ ἴσῳ πλημμύρουσαν, καὶ τῶν ποταμῶν τὴν φορὰν ἐν τοῖς ἰδίοις μένουσαν μέ τροις· ἄρα