1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

τῶν κρυπτῶν τῆς ἀρετῆς ἐννοιῶν καὶ ἔργων ἐντολῆς ἰώμενος τὸ σαθρὸν καὶ συνάπτων τῷ δυνατῷ. ἐπεὶ οὖν μία ἐστὶ φρουρὰ καὶ θεραπεία ψυχῆς τὸ μεμνῆσθαι ἐν πόθῳ θεοῦ καὶ ἀεὶ τῶν ἀγαθῶν ἔχεσθαι ἐννοιῶν, μὴ ἀποστῶμεν τῆς τοιαύτης σπουδῆς μήτε ἐσθίοντες μήτε πίνοντες μήτε ἠρεμοῦντες μήτε ποιοῦντές τι ἢ φθεγγόμενοι, ὅπως πάντα τὰ παρ' ἡμῖν εἰς τὴν τοῦ θεοῦ συντελῇ δόξαν καὶ μὴ εἰς τὴν ἡμετέραν αὐτῶν μηδὲ ἔχῃ τινὰ ῥύπον ἢ κηλῖδα ὁ βίος ἡμῶν ἐκ τῆς τοῦ πονηροῦ ἐπιβουλῆς.

Καὶ ἄλλως δὲ τοῖς ἀγαπῶσι τὸν θεὸν εὔκολος καὶ ἡδὺς ὁ πόνος τῶν ἐντολῶν, ἐλαφρὸν καὶ ἐπέραστον ἡμῖν τὸν ἀγῶνα τῆς πρὸς ἐκεῖνον ποιούσης ἀγάπης. διὰ τοῦτο καὶ ὁ πονηρὸς πάντα ἀγωνίζεται τρόπον ἐκβαλεῖν τὸν τοῦ κυρίου φόβον ἐκ τῶν ψυχῶν ἡμῶν καὶ διαλῦσαι τὴν πρὸς 8,1.76 ἐκεῖνον ἀγάπην ἡδοναῖς παρανόμοις καὶ τερπνοῖς ἀγκίστροις φιλονεικῶν, ὅπως γυμνὴν τῶν πνευματικῶν ὅπλων καὶ ἄφρουρον λαβὼν τὴν ψυχὴν τοὺς πόνους ἡμῶν διαφθείρῃ, τὴν ἐκ τῆς γῆς ἡμῖν δόξαν ἐπεισάγων τῇ οὐρανίᾳ καὶ ἐπιθολῶν τὰ ὄντως καλὰ τοῖς δοκοῦσιν εἶναι καλοῖς τῇ τῶν ἀπατω μένων φαντασίᾳ. δεινὸς γάρ ἐστιν, εἰ ῥᾳθυμοῦντας εὕροι τοὺς φύλακας, κλέψαι καιρὸν καὶ ἐπεισελθεῖν τοῖς τῆς ἀρετῆς πόνοις καὶ συγκατασπεῖραι τῷ σίτῳ τὰ αὑτοῦ ζιζάνια, λοιδορίαν, λέγω, καὶ τῦφον καὶ κενοδοξίαν καὶ τιμῆς ἐπιθυμίαν καὶ ἔριν καὶ τὰ λοιπὰ τῆς κακίας δημιουρ γήματα. δεῖ οὖν ἐγρηγορέναι καὶ τηρεῖν πάντοθεν τὸν ἐχθρόν, ὅπως κἂν προσβάλῃ τινὰ μηχανὴν ὑπ' ἀναισχυν τίας, πρὶν ἅψασθαι τῆς ψυχῆς ἀποκρουσθῇ. Μνημονεύετε δέ μοι συνεχῶς κἀκείνων, ὅτι Ἄβελ μὲν προσέφερε τῷ κυρίῳ θυσίαν ἀπὸ πρωτοτόκων προβάτων καὶ ἀπὸ στεάτων, Κάιν δὲ ἀπὸ μὲν καρπῶν τῆς γῆς, ἀλλ' οὐκ ἀπὸ τῶν πρώτων καρπῶν· Καὶ ἐπεῖδε, φησίν, ὁ θεὸς ἐπὶ ταῖς θυσίαις τοῦ Ἄβελ, ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάιν οὐ προσέσχεν. τί τοίνυν τῆς ἱστορίας τὸ κέρδος; ὅτι ἔστι μαθεῖν ὡς εὐάρεστον τῷ θεῷ πᾶν τὸ μετὰ φόβου καὶ πίστεως, οὐ τὸ πολυτελῶς ἄνευ ἀγάπης γινόμενον. οὐδὲ γὰρ Ἀβραὰμ 8,1.77 παρὰ τοῦ Μελχισεδὲκ ἄλλως ἐδέξατο τὴν εὐλογίαν ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰ καίρια προσενέγκας τῷ ἱερεῖ τοῦ θεοῦ. τὰ καίρια δὲ λέγει καὶ τὰ ἀκροθίνια τῶν ὑπαρχόντων αὐτὴν τὴν ψυχὴν καὶ τὸν νοῦν αὐτόν, κελεύων [ἡμῖν] μὴ μικροπρεπῶς θύειν τῷ θεῷ τὰς αἰνέσεις καὶ τὰς εὐχὰς μηδὲ τὰ τυχόντα τῷ δεσπότῃ προσάγειν, ἀλλ' εἴ τι καίριον τῆς ψυχῆς, μᾶλλον δὲ αὐτὴν ὅλην ἀνατιθέναι μετὰ πάσης ἀγάπης καὶ προθυμίας, ὅπως ἀεὶ τρεφόμενοι τῇ τοῦ πνεύ ματος χάριτι καὶ δύναμιν τὴν ἐκ τοῦ Χριστοῦ προσλαμ βάνοντες τρέχωμεν ῥᾳδίως τὸν σωτήριον δρόμον, κοῦφον καὶ ἡδὺν ποιοῦντες τὸν ὑπὲρ τῆς δικαιοσύνης ἀγῶνα, συναντιλαμβάνοντος ἡμῖν αὐτοῦ τοῦ θεοῦ πρὸς τὴν τῶν πόνων σπουδὴν καὶ ἀποτελοῦντος δι' ἡμῶν τὰ τῆς δικαιοσύ νης ἔργα. Καὶ ταῦτα μὲν μέχρι τούτου· περὶ δὲ τῶν τῆς ἀρετῆς μερῶν, ποῖον δεῖ κρεῖττον ἡγεῖσθαι καὶ πρὸ τῶν ἄλλων ἐπιτηδεύειν, ποῖον δὲ τούτου δεύτερον καὶ τὰ ἄλλα ἐφεξῆς καθ' ἕκαστον, οὐκ ἔστιν εἰπεῖν. ἀλλήλων γὰρ ὁμοτίμως ἔχονται καὶ δι' ἀλλήλων ἐπὶ τὴν κορυφὴν τοὺς χρωμένους ἀνάγουσιν. ἡ μὲν γὰρ ἁπλότης τῇ ὑπακοῇ παραδίδωσιν, ἡ δὲ 8,1.78 ὑπακοὴ τῇ πίστει, αὕτη δὲ τῇ ἐλπίδι, καὶ ἡ ἐλπὶς τῇ δικαιο σύνῃ, κἀκείνη τῇ διακονίᾳ, κἀκείνη τῇ ταπεινότητι· παρὰ δὲ ταύτης ἡ πραότης παραλαμβάνουσα τῇ χαρᾷ προσάγει, ἡ δὲ χαρὰ τῇ ἀγάπῃ καὶ ἡ ἀγάπη τῇ εὐχῇ· καὶ οὕτως ἀλ λήλων ἐξηρτημέναι καὶ ἐξαρτήσασαι τὸν ἐχόμενον ἐπ' αὐτὴν ἀνάγουσι τοῦ ποθουμένου τὴν κορυφήν, καθάπερ ἀπεναντίον ἡ πονηρία τοὺς ἑαυτῆς φίλους διὰ τῶν οἰκείων αὐτῆς μερῶν ἐπὶ τὴν ἐσχάτην κατάγει κακίαν. δεῖ δὲ ἡμᾶς τῇ εὐχῇ πλέον προσκαρτερεῖν· οἷον γὰρ κορυφαῖός τις τοῦ χοροῦ τῶν ἀρετῶν αὕτη τυγχάνει δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς αἰτούμεθα παρὰ τοῦ θεοῦ ᾧ κοινωνεῖ καὶ συνάπτεται δι' ἁγιότητος μυστικῆς καὶ πνευματικῆς ἐνεργείας καὶ δια θέσεως ἀρρήτου ὁ τῇ εὐχῇ προσκαρτερῶν. τὸ γὰρ πνεῦμα λαβὼν ἐντεῦθεν ὁδηγὸν καὶ σύμμαχον φλέγεται πρὸς τὴν τοῦ κυρίου