1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

12

συναγαγόντα καὶ συντείνοντα τὴν διάνοιαν, καλεῖν τὸν Θεὸν μετὰ ὀδυνωμένης ψυχῆς, καὶ μηδὲ μακροὺς 63.583 ἀποτείνοντα λόγους, μηδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐκτείνοντα, ἀλλ' ὀλίγα καὶ ψιλὰ λέγοντα ῥήματα· οὐ γὰρ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι. Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὴν τοῦ Σαμουὴλ μητέρα, τὴν Ἄνναν, ἔστιν ἰδεῖν· φησὶ γοῦν ἐκείνη, Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, δώσω αὐτὸ ἐνώπιόν σου δοτὸν, ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίηται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ποῖον τοῦτο πλῆθος ῥημάτων; ἀλλ' ὅμως ἐπειδὴ μετὰ προσοχῆς καὶ νήψεως ταύτην ἐποιήσατο τὴν εὐχὴν, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν ἀποκεκλεισμένην ἀνέῳξε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα. ∆εῖ τοίνυν τὸν εὐχόμενον καὶ μὴ μακροὺς ἀποτείνειν λόγους, καὶ συνεχῶς εὔχεσθαι· βραχείας γὰρ καὶ πυκνὰς ποιεῖσθαι τὰς εὐχὰς καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος ἐκέλευσαν, ἐξ ὀλίγων διαλειμμάτων. Ἂν μὲν γὰρ εἰς μῆκος ἐκτείνῃς τὸν λόγον, ὀλιγωρήσας πολλάκις, πολλὴν ἔδωκας τὴν ἄδειαν τῷ διαβόλῳ προσελθεῖν καὶ ὑποσκελίσαι, καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων· ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇ τὰς εὐχὰς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, καὶ αὐτὰς τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ τῆς νήψεως. Βούλει μαθεῖν ἀγρυπνίαν προσευχῆς καὶ νῆψιν καὶ προσεδρείαν; ἄπιθι πρὸς τὴν Ἄνναν, μάθε τί ἐποίησεν ἐκείνη. Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως, οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν· ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη, κούφη τις εἶναι, καὶ μὴ βεβαρημένη σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Εἰ γὰρ ἡμεῖς νήστεις ὄντες καὶ ἄσιτοι μόλις οὕτως εὐχόμεθα, μᾶλλον δὲ οὐδέποτε οὕτως εὐχόμεθα, πολλῷ μᾶλλον ἐκείνη μετὰ τράπεζαν οὐκ ἂν ηὔξατο οὕτως, εἰ μὴ καὶ ἐν τῇ τραπέζῃ τοῖς ἀσίτοις ἐῴκει. Αἰσχυνθῶμεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶμεν οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασμώμενοι, τὴν ὑπὲρ παιδίου δεομένην καὶ δακρύουσαν. Καὶ θέα μοι κἀντεῦθεν τὴν εὐλάβειαν· Φωνὴ αὐτῆς, φησὶν, οὐκ ἠκούετο, τὰ δὲ χείλη αὐτῆς ἐκινεῖτο. Οὕτως ὁ βουλόμενος ἀνύσαι, προσέρχεται τῷ Θεῷ, οὐ μαλακιζόμενος, οὐδὲ χασμώμενος, οὐδὲ ἐκλελυμένος, οὐδὲ κνώμενος, οὐδὲ ἀκηδιῶν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς εὐχῆς δοῦναι; μὴ γὰρ οὐκ ᾔδει καὶ πρὸ τῆς αἰτήσεως τὴν ἐπιθυμίαν τῆς γυναικός; Ἀλλ' εἰ ἔδωκε πρὸ τῆς αἰτήσεως, οὐκ ἂν ἐφάνη τῆς γυναικὸς ἡ προθυμία, οὐκ ἂν γέγονεν ἡ ἀρετὴ αὐτῆς δήλη, οὐκ ἂν τοσοῦτον ἐντεῦθεν ἐκτήσατο μισθόν. Ἀλλ' ἴδωμεν αὐτῆς καὶ τὴν φιλοσοφίαν. Ἐπειδὴ γὰρ ἐλογίσατο αὐτὴν Ἠλεὶ ὁ ἱερεὺς εἰς μεθύουσαν, ὅρα καὶ πρὸς αὐτὸν τί φησί· Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμὴν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα καὶ ἕως τοῦ νῦν. Τοῦτο ἀληθῶς καρδίας συντετριμμένης, ὅταν πρὸς τοὺς ὑβρίζοντας μὴ χαλεπαίνωμεν μηδὲ δυσχεραίνωμεν, ἀλλὰ καὶ ἀπολογώμεθα. Οὐδὲν γὰρ οὕτω ποιεῖ καρδίαν φιλόσοφον ὡς θλῖψις καὶ πένθος τὸ κατὰ 63.584 Θεόν. ∆έον οὖν ἡμᾶς καὶ ἀρχομένους τραπέζης καὶ λήγοντας εὐχαριστεῖν τῷ Θεῷ. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τῆς εὐλογίας ἐμπλήσει τὸ σῶμα. Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ πηγῆς δαψιλέστερον ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά. Μὴ δὴ τοσοῦτον παρῶμεν κέρδος. Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν παρακειμένων λάβοιεν παρ' ἡμῶν μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ' εὐφημίας ἀναχωρεῖν, ἡμᾶς δὲ τοσούτων ἀπολαύοντας