1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

ὁ θεὸς ἐν κρίσει. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου. 12 Καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψουσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ. Ὥσπερ ὑετὸς κατελθὼν οὐκ ἄνεισιν, οὕτως οὐδὲ τὰ νέφη τῷ τελευτήσαντι. Ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσιν φύλακες οἰκίας καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, <καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν>. Πάντα προδιδόασιν.

Μάλιστα οὕτω καὶ τότε ἔσται, ὥσπερ <ὅτε> ἐξ ἀργίας αἱ ἀλήθουσαι οὐ κάμνουσι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· ἀπολεῖται ἡ πόλις. Καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς. Ἢ τοῦτό φησιν, ὅτι οἱ ὀξὺ βλέποντες τότε σκοτωθήσονται· οὐχὶ αἱ βλέπουσαι αἱ ψυχαὶ αἱ διορατικαί. Καὶ κλείσουσιν θύρας ἐν ἀγορᾷ, καὶ ἀναστήσεται εἰς φωνὴν στρουθίου. Τουτέστιν, στρουθοὶ ἐννοσσεύσουσιν· τὴν ἐρημίαν λέγει. Καὶ ἀνθήσει τὸ ἀμύγδαλον. Ἢ ἐρημίαν φησίν, ἤ, ὥσπερ ὁ καρπὸς οὗτος ἀνθήσας πάλιν μαραίνεται, οὕτω καὶ ὁ ἄνθρωπος. Καὶ συντριβῇ ἡ ὑδρία ἐπὶ τὴν πηγήν, <καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον>. Ὥσπερ αὕτη ἐλαττωθεῖσα οὐκέτι παρέξει ὕδωρ καὶ ὁ τροχὸς δὲ ἐμπεσὼν ἐπὶ τὸν βόθρον οὐκέτι τρέχει, οὕτω καὶ ὁ ἄνθρωπος ἀποθανών. Καὶ τὸ πνεῦμα ἐπιστρέψει πρὸς τὸν θεόν. Ἐπιστρέψῃ γὰρ ὁ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν θεόν, ὃς ἔδωκεν αὐτό. Αὐτὸς οὖν αὐτὸ λήμψεται τὸ πνεῦμα, οὐχὶ τὸν χοῦν μόνον.