1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

Αὕτη δὲ ἡ γνῶσις, τὸ γινώσκειν δηλαδὴ θεὸν τὸν πατέρα καὶ αὐτὸν τὸν Ἰησοῦν θεόν, ζωὴ αἰώνιός ἐστι. Καὶ μέντοι τὸ μὴ εἰδέναι τοῦτο, θάνατος αἰώνιος. Καὶ ὁ Θωμᾶς τὸν ψηλαφώμενον ἔφη κύριον καὶ θεόν, καὶ ἐγκαλεῖται μὲν αὐτὸς ὡς μὴ πρὸ τοῦ ἑωρακέναι πιστεύσας, μακαρίζονται δὲ οἱ μὴ ἑωρακότες καὶ πιστεύσαντες. Καὶ Παῦλος δὲ ὁ ἀπόστολος· «Ὅτε κρινεῖ ὁ θεὸς τὸν κόσμον κατὰ τὸ εὐαγγέλιον διὰ Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.» Καὶ ἐν τῇ πρὸς Γαλάτας· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον.» Καὶ ἐν τῇ πρὸς Ἑβραίους. «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωσῆν ἠξίωται καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας, θεός. Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς.» Ὅρα, ὡς εἰπὼν τὸν Ἰησοῦν πεποιημένον ὡς ἄνθρωπον καὶ τῷ Μωσῇ παραβαλὼν πλείονος δόξης παρὰ Μωσῆν ἠξιῶσθαί φησι, καὶ τοσοῦτον, ὅσον ὁ δημιουργὸς τοῦ δημιουργήματος καὶ υἱὸς δούλου. Ὁ μὲν γὰρ Μωσῆς θεράπων θεοφόρος, ὁ δὲ Χριστὸς θεὸς καὶ δεσπότης ἔνοικος· οὗ οἶκός ἐσμεν ἡμεῖς. «Ναὸς γὰρ θεοῦ ἐσμεν, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν.» Θεὸς ἄρα ὁ Ἰησοῦς καὶ ποιητὴς φύσει θεός· οὐ γὰρ οἱ χάριτι καὶ μετοχῇ θεοὶ ἤδη καὶ δημιουργοί. 43 Ταῦτα πάντα περὶ τοῦ ἐκ Μαρίας τεχθέντος καὶ σταυρωθέντος λεχθέντα οὐκ ἀριδήλως θεὸν αὐτὸν καὶ ἄνθρωπον τοῖς γε νοῦν ἔχουσιν ἐμφαντικώτατα δηλοῖ; Ἀλλὰ τὸ σκότος τῆς κενῆς δόξης οἷα λήμη τοῖς νοεροῖς ὀφθαλμοῖς τῶν αἱρετιζόντων ἐπίκειται μὴ ἐῶν διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου. Οὐ γὰρ δύνανται πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τοῦ μόνου θεοῦ μὴ ζητοῦντες. Ἡμεῖς δέ, οἷς ἐδόθη διὰ θεοῦ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην μετὰ θεοῦ γενέσθαι, οὕτω νοοῦμεν, οὕτω φρονοῦμεν, καὶ οὕτω κηρύττομεν· Ἕνα θεὸν τὸν πατέρα, ἕνα θεὸν τὸν υἱόν, ἕνα θεὸν τὸ πνεῦμα τὸ ἅγιον, ἕνα θεὸν τὰ τρία σὺν ἀλλήλοις νοούμενα, θεὸν ἕκαστον καθ' ἑαυτό, ἕνα θεὸν τὰ τρία, τὸ μὲν διὰ τὴν μοναρχίαν, τὸ δὲ διὰ τὰς ἰδιότητας. Μία γὰρ φύσις ἐν τρισὶ ταῖς ὑποστάσεσι, καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει. ∆ιὸ εἷς θεὸς τὰ τρία, τελεία δὲ ἡ φύσις ἤτοι ἡ θεότης ἐν ἑκάστῃ τῶν ὑποστάσεων, διὸ καὶ ἕκαστον καθ' ἑαυτὸ τέλειος θεός. Εἷς θεὸς τὰ τρία· θεὸς γὰρ καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ, εἷς θεός, ἐπεὶ καὶ ἄνθρωπος καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ οὐ τρεῖς ἄνθρωποι, ἀλλ' εἷς. Θεὸς τέλειος ἕκαστον· οὐ γὰρ δυνάμεις ἀνυπόστατοι οὐδ' εἰς ἀέρα χεόμεναι, ὁ τοῦ θεοῦ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον, ἀλλ' ἕκαστον ἐνυπόστατόν τε καὶ τέλειον, ἵνα μὴ σύνθετος εἴη θεὸς ἐξ ἀτελῶν συγκείμενος τέλειος, ἀλλ' εἷς τέλειος ἐν τρισὶ τελείοις, ὑπερτελὴς καὶ προτέλειος. Πιστεύομεν δὲ καὶ ἀνενδοιάστως κηρύττομεν αὐτὸν τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα μονογενῆ υἱὸν καὶ λόγον τὸν ὁμοούσιον τῷ πατρὶ τὸν φύσει θεόν, τὸν δι' οὗ τὰ πάντα ἐγένετο, ἐπ' ἐσχάτων τῶν χρόνων εὐδοκίᾳ πατρὸς συνειλῆφθαι ἐν τῇ παναχράντῳ καὶ παναμώμῳ μήτρᾳ τῆς ἁγίας παρθένου οἱονεὶ θεῖον σπόρον καὶ σεσαρκῶσθαι ἀτρέπτως καὶ ἀμεταβλήτως ἤτοι ἐν ἑαυτῷ ὑποστήσασθαι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ γεγενῆσθαι τέλειον ἄνθρωπον μετὰ τοῦ μεῖναι, ὅπερ ἦν, τέλειος θεός. Οὐ γὰρ ἄνθρωπον συνέλαβεν ἡ ἁγία παρθένος, ἀλλὰ φύσει θεόν, τὸν προαιώνιον υἱὸν καὶ λόγον τοῦ θεοῦ ἐξ αὐτῆς σαρκωθησόμενον. Ἐφ' ἑκάστης γὰρ τῶν γυναικῶν σύλληψις