ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ ∆αβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Οὗτος γὰρ ὁ ἄνθρωπος ὁ γεννηθεὶς ἐν αὐτῇ, αὐτός ἐστιν ὁ Ὕψιστος, καθὼς ἐν ἄλλῳ ψαλμῷ λέγει· Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ταῦτα δὲ ἀπὸ μέρους ἐγράψαμεν, ἵνα, καθὼς εἶπεν ὁ Ἀπόστολος, Μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν τῇ πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.