τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς γράμμασι· διὸ καὶ ἀντὶ ταινίας καὶ στέμματος καὶ πορφύρας βασιλικῆς τῷ δέρματι τῆς κεφαλῆς τοῦ λέοντος ἑαυτοὺς ταινιοῦσι· καὶ στέμμα τοῦτο καὶ κόσμον ἡγοῦνται, καὶ ὑπὲρ πάντα λίθον καὶ μάργαρον τούτῳ ἐγκαλλωπίζονται· καὶ μάρτυς ἀξιόπιστος αὐτὸ τὸ νόμισμα τοῦ Μακεδόνος Ἀλεξάνδρου τοιαύτῃ εἰκόνι καλλωπιζόμενον. Ἐπεκράτησε δὲ ἡ βασιλεία τῶν Μακεδόνων ἀρξαμένη ἀπὸ τοῦ τρίτου υἱοῦ Ἡρακλέους Καρανοῦ προσαγορευομένου, αὐξηθεῖσα δὲ ἀπὸ Φιλίππου τοῦ πατρὸς Ἀλεξάνδρου, μεγαλυνθεῖσα δὲ καὶ ὑπερφυὴς γενομένη καὶ τῶν ἄκρων τῆς γῆς αὐτῶν ἐπιψαύσασα ἐπ' αὐτοῦ Ἀλεξάνδρου καὶ τῶν αὐτοῦ διαδόχων, καταλήξασα δὲ εἰς Περσέα τὸν Φιλίππου, ὥστε καὶ αὐτὸ ἀποβαλεῖν τὸ τῆς βασιλείας ἀξίωμα· αἰχμάλωτος γὰρ αὐτὸς ὁ Περσεὺς μετὰ γυναικὸς καὶ τέκνων, ἡττηθεὶς ὑπὸ Αἰμιλίου ἀνθυπάτου καὶ στρατηγοῦ τῶν Ῥωμαίων εἰς τὴν Ῥώμην ἀπήχθη δέσμιος καὶ πάντα τὰ τῆς βασιλείας τῶν Μακεδόνων ἐπίσημα, ὥστε ἀπὸ βασιλείας εἰς ἐπαρχίαν τὸ σχῆμα μεταβαλεῖν καὶ νῦν εἰς θέματος τάξιν καὶ στρατηγίδος αὐτὴν καταλῆξαι. Ἐπαρχία Μακεδονίας αʹ· ὑπὸ κονσιλάριον, πόλεις λ[β]ʹ· Θεσσαλονίκη, Πέλλη, Εὔρωπος, ∆ίος, Βέρροια, Ἐορδαία, Ἔδεσσα, Κέλλη, Ἀλμωπία, Ἡράκλεια Λάκκου, Ἀντανία, Γέμινδος, Νικεδής, ∆ιόβουρος, Ἰδομένη, Βράγυλος, Πρίμανα, Μαρώνεια, Ἀμφίπολις, Νεάπολις, Ἀπολλωνία, Τόπειρος τὸ νῦν Ῥούσιον, Νικόπολις, †Ἰθάπολις†, Ἄκανθος, Κερεόπυργος, Βέρπη, Ἄραλος, ∆ιοκλητιανούπολις, Σεβαστόπολις. Ἐπαρχία Μακεδονίας βʹ· ὑφ' ἡγεμόνα, πόλεις ηʹ· Στόλοι, Ἄργος, Εὐστράϊον, Πελαγονία, Βάργαλα, Κελαινίδιον, Ἁρμονία, Ζάπαρα. Ἐπαρχία Θεσσαλίας· ὑπὸ τὸν αὐτόν, πόλεις ιζʹ· Λάρισσα, ∆ημητριάς, Θῆβαι, Ἐχιναιός, Λάμια, Τρίκη, Γόμφοι, Ὑπάτη αἱ νῦν λεγόμεναι Νέαι Πάτραι, Μητρόπολις, Καισάρεια, Φάρσαλος, Βουραμίνσιος, σάλτος Ἰ[ωανν]ούβιος, νῆσος Σκίαθος, νῆσος Σκέπολα, νῆσος Πεπάρηθος. Ἕως ὧδε τὸ θέμα Μακεδονίας. ευροπ.3 Τρίτον θέμα Στρυμόνοσ Τὸ δὲ θέμα τοῦ Στρυμόνος τῇ Μακεδονίᾳ συντέτακται καὶ οὐδαμοῦ τούτου λόγος ἐστὶ περὶ θέματος, ἀλλ' εἰς κλεισούρας τάξιν λελόγισται· καὶ Σκύθαι αὐτὸ ἀντὶ Μακεδόνων διανέμονται, Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτουἐν τοῖς ὄρεσι τοῦ Στρυμόνος καὶ ταῖς διαβάθραις τῶν κλεισουρῶν τούτους ἐγκατοικίσαντος. ευροπ.4 Τέταρτον θέμα Θεσσαλονίκη Τὸ δὲ νῦν εἰς θέματος τάξιν χρηματίζον Θεσσαλονίκη καὶ αὐτὸ Μακεδονίας μέρος τυγχάνει. Καὶ ἵνα μὴ λέγω τοὺς ἔξωθεν καὶ παλαιοὺς τοῦ τοιούτου μάρτυρας πράγματος, ἀξιόχρεως μάρτυς ὁ ἅγιος τοῦ Χριστοῦ ἀπόστολος Παῦλος Μακεδονίαν ταύτην ἀποκαλῶν· γράφει δ' οὕτως· "παρόντος ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως". Ἡ γὰρ Θεσσαλονίκη μητρόπολίς ἐστι τῆς Μακεδονίας. Ἀλλὰ καὶ Ἱεροκλῆς ὁ γραμματικὸς ἐν ταῖς μακεδονικαῖς αὐτὴν τέθεικε πόλεσιν. Ἔχει δὲ τὴν ὀνομασίαν ἀπὸ τοιαύτης αἰτίας· Φίλιππος ὁ Ἀμύντου Θεσσαλοὺς ἐκεῖ νικήσας τῇ θυγατρὶ καὶ τῇ πόλει ὁμωνύμως τὸ ὄνομα ἔθετο. ευροπ.5 Πέμπτον θέμα τῆς Εὐρώπης Ἑλλάσ Ἑλλὰς ἡ χώρα ἐκλήθη ἀπὸ Ἕλληνος τοῦ ∆ευκαλίωνος, ὃς δυναστεύσας τῆς Φθιώτιδος τοὺς ὑπηκόους ἑαυτῷ γενομένους ἀντὶ Γραικῶν Ἕλληνας ἐκάλεσε· καὶ τότε πρῶτον Ἑλλὰς ὠνομάσθη. Οὐκ ἦν δὲ τοῦτο παλαιὸν ὄνομα ἔθνους, ἀλλὰ φωνῆς τῆς Ἑλληνικῆς ἰδίωμα, ὡς ὁ συγγραφεὺς [ ̓Αλέξανδρός] φησι, τὴν ὀνομασίαν νεωτερικὴν εἰδώς· "δοκεῖ δέ μοι, οὐδὲ τὸ ὄνομα τοῦτο σύμπασά πως εἶχεν ἡ χώρα"· οὐδὲ ὁ ποιητὴς ἐμνήσθη Ἑλλήνων, Ἀργείους αὐτοὺς ἀποκαλῶν, ἀλλὰ Θεσσαλοὺς μόνον ἀποκαλῶν, καὶ Ἑλλάδα τὴν ὑπ' Ἀχιλλεῖ πόλιν, ὡς Ἀλέξανδρός φησιν ὁ πολυίστωρ·"οὐδαμοῦ τοὺς σύμπαντας ὠνόμασεν Ἕλληνας, οὐδ' ἄλλους ἢ τοὺς μετὰ Ἀχιλλέως ἐκ τῆς Φθιώτιδος" πρὸς τὴν Ἴλιον ἐκπλεύσαντας. Ἔχει δὲ τὸθέμα τῆς Ἑλλάδος πόλεις οθʹ· αʹ μὲν Σκάρφειαν, βʹ Ἐλατίνα, γʹ ∆αύλιον, δʹ Χαιρώνειαν, εʹ Ναύπακτον, ʹ ∆ελφούς, ζʹ Ἄμφισσαν, καὶ τὰς