72.512 ΚΕΦΑΛ. Γʹ.
Ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου. (A. f.49, H f. 145 b) Οὐκ ἠγνόησεν ὁ μακάριος Ἡσαΐας τῶν Ἰωάννου κηρυγμάτων τὸν σκοπὸν, ἀλλ' ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου μαρτυρῶν, τὸν μὲν Χριστὸν, Κύριον ἐκάλεσε καὶ Θεόν· τὸν δὲ Ἰωάννην, διάκονον αὐτοῦ καὶ ὑπηρέτην ὠνόμαζε· καὶ ὅτι λύχνος ἦν, τοῦ φωτὸς τοῦ ἀληθινοῦ προεισβεβηκὼς, ἑωσφόρος ἡλίου προάγγελος, τῆς μελλούσης ἐφ' ἡμᾶς διαυγάζειν ἡμέρας κατασημαίνων τὴν ἄφιξιν· καὶ ὅτι φωνὴ ἦν, οὐ λόγος προτρέχων τοῦ Ἰησοῦ, ὡς φωνὴ τοῦ λόγου. Ἑτοιμάσατε τὰς ὁδοὺς Κυρίου, εὐθείας ποιεῖτε τὰς ὁδοὺς αὐτοῦ. (A f. 49, E f. 143 b, F f. 776, H f. 145 b) Ἀπόλεκτος εἰς ἀποστολὴν καὶ τέλος ἦν προφητῶν ἁγίων ὁ Ἰωάννης. Ὅθεν ὡς μὲν οὔπω παρόντος Κυρίου, τὸ, "Ἑτοιμάσατε, φησὶ, τὴν ὁδὸν Κυρίου·" τουτέστιν, Εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν ὁ Χριστός· ἀποστήσατε τὰς καρδίας τῆς τοῦ νόμου σκιᾶς· καταλήξατε τῶν τύπων· παύσασθε τοῦ φρονεῖν τὰ διεστραμμένα. Κατέδειξε δὲ καὶ παρόντα, λέγων· "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου."(A f. 49, Ε f. 143 b, F f. 776, H f. 145 b.) Τί δὲ βούλεται τὸ, "Εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν;" Εὐθεῖα μὲν πᾶσα λεία τε καὶ εὐχερὴς ἡ πρὸς τὸ ἀγαθὸν ἀποφέρουσα τρίβος· διεστραμμένη γε μὴν ἡ ἑτέρα, τουτέστιν ἡ εἰς φαυλότητα κατασύρουσα τοὺς δι' αὐτῆς ἐρχομένους. Γέγραπται γὰρ περὶ τῶν τοιούτων· "Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν." Οὐκοῦν ἡ τῆς διανοίας εὐθύτης, ὀρθή τις ὥσπερ ἐστὶν ὁδὸς, οὐκ ἔχουσα τὸ διεστραμμένον. Τοιοῦτος ἦν ὁ θεσπέσιος Ψαλμῳδὸς, ψάλλων τε καὶ λέγων· "Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή." Καὶ ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· "Εὐθύνατε τὰς καρδίας ὑμῶν πρὸς τὸν Θεὸν Ἰσραήλ· ὁ δὲ Ἰωάννης, "Εὐθείας ποιεῖτε τὰς τρίβους ὑμῶν." Τοῦτο δέ ἐστι, τὸ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη δεικνύειν. Ἐκτίσθη δὲ καλὴ καὶ λίαν εὐθής· ὅταν δὲ ἐκκλίνῃ καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τοῦτο κακία καὶ διαστροφὴ ψυχῆς λέγεται. Οὐκοῦν οὐκ ἔστιν δυσχερὲς τὸ πρᾶγμα· ἐὰν γὰρ μείνωμεν ὡς γεγόναμεν, ἐν τῇ ἀρετῇ ἐσμεν. (A f. 49, Ε f. 144. Ε f. 776 b, H f. 146) Ἀλλ' ὥσπερ τινὸς ἀνταναφωνοῦντος καὶ λέγοντος, Πῶς ἑτοιμάσομεν τὴν ὁδὸν Κυρίου, ἢ πῶς εὐθείας αὐτοῦ τὰς τρίβους ποιήσομεν; πολλὰ γάρ ἐστι τὰ μεταξὺ παρεμποδὼν τοῖς εὖ βιοῦν ἐθέλουσιν, ὁ μισόκαλος Σατανᾶς, τῶν πονηρῶν πνευμάτων ἡ ἀνοσία πληθὺς, αὐτὸς τῆς ἁμαρτίας ὁ νόμος ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀνθοπλιζόμενος ταῖς εἰς τὸ ἀγαθὸν τοῦ νοῦ 72.513 ῥοπαῖς· πολλὰ δὲ πρὸς τούτοις ἕτερα πάθη, τῆς τοῦ ἀνθρώπου διανοίας κατακρατεῖ· τί οὖν ἄρα δράσομεν, τοσαύτης δυσχερείας κειμένης; πρὸς ταῦτα τῆς προφητείας ὁ λόγος ὑπαντᾷ λέγων· "Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται ἡ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ." Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς ἢ καὶ τρίβοι, βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ οὕτως, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βου νοὺς, πῆ δὲ καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀπο φέρεσθαι· αἱ δὲ τοιαῦται τῶν ὁδῶν ὡς ἐν ὕψει τε καὶ βάθει, δυσπόρευτοι λίαν εἰσίν. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀνεμπίμπλασθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς ψιλὰ πεδία καὶ οἷον ὑπτίαν ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε καὶ φαραγγώδη ποτέ. Τοῦτο γέγονε νοητῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ δυσπόρευτα ἦν τῆς εὐαγγελικῆς ζωῆς τε καὶ πολιτείας τὰ βάσιμα, διὰ τὸ κρατεῖσθαι τὸν ἁπάντων νοῦν κοσμικαῖς ἐπιθυμίαις· ἐπειδὴ