13
ἀπὸ τοῦ προσώπου σου ποῦ κρυβῶ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει. εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με.» 7.11.9 Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια τῶν μετὰ Μωσέα θεολόγων, τῶν δὴ καὶ αὐτῶν Ἑβραίων, τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων· τῶν δέ γε πρὸ Μωσέως θεοφιλῶν καὶ τρισμακαρίων ἀνδρῶν, τῶν δὴ καὶ πρώτων Ἑβραίων, αὐτοῦ τε πρώτου πάντων Ἁβραάμ, ὃς καὶ 7.11.10 προπάτωρ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀνείρηται, ἄκουε· «Εἶπε δὲ Ἁβραὰμ πρὸς βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.» καὶ πρό γε τοῦ Ἁβραὰμ εἰσάγεται ὁ Μελχισεδὲκ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν Ἁβραὰμ εὐλογῶν τούτοις τοῖς ῥήμασιν· «Εὐλογημένος Ἁβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ εὐλογητὸς ὁ θεός, ὃς ἔκτισε 7.11.11 τὸν οὐρανὸν καὶ τὴν γῆν.» ἔτι πρὸς τούτοις ὁ λόγος τὸν Ἁβραὰμ εἰσάγει τῷ οἰκείῳ τοιάδε προσδιαλεγόμενον· «Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς.» καὶ ἐπιλέγει· «Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ 7.11.12 τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην.» ἐπὶ πᾶσι τούτοις ἐν τῇ πρὸς αὐτὸν Μωσέα θεοφανείᾳ, πυθομένῳ τῷ Μωσεῖ, τίνα χρὴ τὸν θεὸν ἡγεῖσθαι, φησὶν ὁ χρησμός· «Ἐγώ εἰμι ὁ ὤν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» 7.11.13 Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων θεολογίας ἐκκείσθω. ἆρ' οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ' ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδίζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ, τῶν δὲ τὰ μὲν οὐράνια μόνα ὑπὸ θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς, καὶ πάλιν ἀγένητον εἶναι τὸν κόσμον καὶ μήθ' ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασιν γεγονέναι; 7.11.14 ἀλλὰ τὰ μὲν ἐκ τῶν παρ' Ἑβραίοις λογίων περὶ τοῦ τῶν ὅλων θεοῦ ὡς ἐν βραχέσι τοιαῦτα· συνιδεῖν δὲ ἕπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων θεὸν περὶ τῆς τῶν γενητῶν ἀρχῆς Ἑβραίοις πεφιλοσοφημένα.
7.12.1 ιδʹ. ΠΕΡΙ ΤΗΣ ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ ΘΕΟΛΟΓΙΑΣ Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων τὸ ὕδωρ εἶναι ἀπεφήνατο, Ἀναξιμένης δὲ τὸν ἀέρα, Ἡράκλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμούς, Ἐπίκουρος ἅμα ∆ημοκρίτῳ σώματα ἄτομα, Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. 7.12.2 ἴδωμεν τοιγαροῦν καὶ τὰ παρ' Ἑβραίοις λόγια. μετὰ τὴν ἄναρχον καὶ ἀγένητον τοῦ θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα πάσης καταλήψεως, δευτέραν οὐσίαν καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἁπάντων πρώτην τε ὑποστᾶσαν κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην, εἰσάγουσι, 7.12.3 λόγον καὶ σοφίαν καὶ θεοῦ δύναμιν αὐτὴν προσαγορεύοντες. τοῦτο δὲ πρῶτος διδάσκει λέγων Ἰώβ· «Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. ὁ κύριος συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ 7.12.4 οἶδε τὸν τόπον αὐτῆς.» καὶ ὁ ∆αβὶδ δέ που ἐν ψαλμῳδίαις, ἑτέρῳ προσειπὼν τὴν σοφίαν ὀνόματι, φησί· «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,» τὸν τῶν