1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

13

καταθείμην σὸν δέμας; οἵοις τε πέπλοις κατακαλύψω νέκυν; πῶς καὶ τἀπιχώρια μέλψω σοι μέλη; τίνος σε κηδεύσουσιν, ὦ Τέκνον, χέρες; Οἴμοι, τί δράσω; τίς γένωμαι παντλάμων; Τί ταῦτ' ἀλύω; πειστέον τοῖς σοῖς λόγοις ἔργοις θ', ὅσ' ὑπέδειξας εἰς μαρτυρίαν, ὡς ἔστιν ἅπαν σοι θελητὸν δυνατόν. Πολλῶν ταμίας ἐστὶν ἀέλπτων Θεός, πολλά τ' ἀέλπτως πολλάκις κραίνει Θεός, τὰ δ' αὖ δοκηθέντ' οὐκ ἐφεῦρε καὶ τέλος· σὺ δ' ἀδοκήτων αὐτὸς εὕροις μοι πόρον. {ΘΕΟΛΟΓΟΣ} Καὶ μὴν ὅδ' Ἰώσηπος ἐν σπουδῇ ποδὸς στείχει, νέον τι πρᾶγμ' ἴσως ἔχων φράσαι. Ἀτὰρ τόδ' ἄλλο θαῦμα καὶ παρ' ἐλπίδα, μύστην νύχιον τῷδε συντρέχοντά πως, σκεύη φέροντα προσφυᾶ τῇ καθόδῳ. Ὦ μάκαρ, ὃς τὰ τοῦ Θεοῦ μυστήρια εἰδὼς ἁγιστεύει θ' ἑαυτοῦ βιοτὰν καὶ θιασεύεται καθαρμοῖσι ψυχάν, δέμας τε παντὸς ἀνατινάσσων ῥύπου κύκλῳ τε πασῶν ἀρετῶν στέφων κάραν, ἀεὶ θεραπεύειν θοάζει τὸν Θεόν. Τὸ σωφρονεῖν γὰρ καὶ σέβειν τὰ τοῦ Θεοῦ, κάλλιστον οἶμαι δ' αὐτὸ καὶ σοφώτατον θνητοῖσιν εἶναι χρῆμα τοῖσι χρωμένοις. {ΙΩΣΗΦ} Ὦ φίλταθ', ὡς σὴν γῆρυν ᾐσθόμην κλύων, σοφὴν σοφοῦ παρ' ἀνδρός· ἐκ μακρᾶς ὁδοῦ ἥκω δ' ἕτοιμος τήνδ' ἔχων σκευὴν τάχει, ὅπως νέκυν θάψαιμι τὸν πεφιλμένον. ∆εῖ γάρ νιν ὄντα καὶ πάρος σεπτὸν φίλον, ὅσον καθ' ἡμᾶς, καὶ νέκυν τοῦτον σέβειν. Πῶς χρὴ κατάγειν; πῶς δὲ πρὸς τύμβον φέρειν πέπλοις ἐνειλίσσαι τε; Νῦν ἡγοῦ σύ μοι νέος γέροντι, παρθένος, σὺ γὰρ σοφός· ὡς οὐ κάμοιμ' ἄν, εἴθ' ἕως εἴθ' ἑσπέρα, ἕως νέκυν θήσοιμι καινῷ μου τάφῳ. Ὅσον δέον γὰρ μὴ γένους κοινωνίαν ἔχοντι μύστῃ, τοῦτον οἰκτείρω κἀγώ. {ΘΕΟΛΟΓΟΣ} Ὅδ' αὐτὸς ὑμῶν ἀπόνως ἡγήσεται, καὶ πᾶσαν εὐμάρειαν ἐν χεροῖν διδοῖ. {ΙΩΣΗΦ} Ὢ χρῆμα παγκαλὲς Θεοῦ, δέσποιν' ἐμή, τί Παῖδα πρὸς σὸν τήνδ' ἄγουσ' ἐρημίαν ἕστηκας, αὐτῷ θρεομένη σαυτῆς λυγρά; καί σοι μόνος πάρεστι μύστης παρθένος, λιπὼν ἀδελφὸν ἐν χορῷ μυστηπόλων· ἄλλοι δ' ὀπαδοὶ τῶν γόων πεπλησμένοι φεύγουσι, πολλῷ τῷ φόβῳ πεφρικότες, οὐδ' εἶδον οὐδὲν τῶν νεωτέρων κακῶν· σὺ δ' οὐ πέφρικας δυσμενῶν ἀβουλίαν. Ἐγὼ δέδοικα μή τι βουλεύσῃ νέον ὅμιλος ἐχθρός, δυσμενής, μιαιφόνος· βαρεῖα γὰρ φρὴν οὐδ' ἀνέξεται κλύειν, κἂν νεκρὸν ἢν δοίημεν ἐντίμῳ ταφῇ. {ΘΕΟΛΟΓΟΣ} Οὔπω γὰρ οὐκ ἔληξαν, οὐδ' ἔσχον κόρον μιαιφονίας καὶ κακῆς ἀβουλίας; {ΙΩΣΗΦ} Ζηλῶ σ'· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. {ΘΕΟΛΟΓΟΣ} Τί δ' ἐστίν, ὦ γηραιέ; μὴ σίγα, φράσον. {ΙΩΣΗΦ} Ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, θώκους προσελθών, ἔνθα δὴ παλαίτεροι θάσσουσι, σεμνὰν ἀμφὶ Σαλομὼν στοάν, ὡς τόνδε νεκρὸν οὐκ ἐᾷ πρεσβυτέρων ὄχλος, προσιὼν τῆσδε κοιράνῳ χθονός, θάπτειν. Ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε, οὐκ οἶδα, βουλοίμην δ' ἂν οὐκ εἶναι τάδε. Ἐμοὶ γὰρ αὐτὸν ἐξέδωκεν ὡς φίλῳ, αὐτὸν δυσωπήσαντι λαβεῖν τὸν νέκυν. {ΘΕΟΛΟΓΟΣ} Τὸ πᾶν ὄλωλεν, εἰ κακὸν προσοίσομεν νέον παλαιῷ, πρὶν τόδ' ἐξηντληκέναι, ὡς αὐτὸς εἶπεν, ἤματι τρίτῳ πέρας τὰ λυπρὰ λαβεῖν γηθοσύνῃ καρδίας. Οὐ τοῦτο Πατὴρ Παῖδ' ἀνέξεται παθεῖν. Παλαιὰ καινῶν λείπεται κηδευμάτων κοὐκ ἔστ' ἐκεῖνος τοῖσδε φίλος δόγμασιν. Αὐτούς γε μὴν δράσειεν· οὐ γὰρ παύσεται χόλου· σάφ' εἶπε καὶ κατεμπρῆσαι πόλιν. Ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι ἔκδικον ὄμμα Πατρὸς ἀμυντήριον. Οὐ γὰρ μὰ τὴν δέσποιναν, ἣν ἀεὶ σέβων ἐξ Υἱέος νῦν εἱλόμην ὡς μητέρα, χαίρων τις αὐτῶν τοῦδε διάξει φόνου. Θεὸς γάρ, ὡς ἔγνωμεν ἐκ τῶν τεράτων, ὧν καὐτὸς εἶδες πολλὰ καὶ τὰ νῦν βλέπεις· οὐδ' ἠγνόησας ἡλίου τόσον σκότος, ἐπείδ' ἔκλινε καὶ μεθῆχ' ἑκουσίως ψυχήν· μόρος γὰρ οὔποτ' ἦν ὑπέρτερος, εἰ μὴ κελευσθεὶς εἶκε τῇ καρὸς κλίσει. Τοὐνθένδε μᾶλλον φρικτὸν ἦν θέαμ' ὁρᾶν· γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας, τάφους τε νεκρῶν εἶδες ἠνεῳγμένους. Ὡς δ' αὖ τις ἧκεν ἀνατινάσσων δόρυ, νύσσει παραστὰς νειάτην πλευρὰν ξίφει, ἀκμαῖος ἀνήρ· τῆς τομῆς γὰρ ᾐσθόμην πληγὴν βαθεῖαν, ὦλκα τραύματος βλέπων. Οὗτος μὲν ὦσε κατὰ πλευρᾶς που δόρυ, πλευρᾶς νενυγμένης δὲ θαυμαστῶς ὕδωρ ἔσταξεν εὐθὺς αἷμά τ' οὐ πεφυρμένον· διπλοῦς γὰρ