1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

ἀγάπην καὶ ζέει τῷ πόθῳ κόρον τῆς εὐχῆς οὐχ εὑρίσκων, ἀλλ' ἀεὶ πρὸς τὸν ἔρωτα τοῦ ἀγαθοῦ ἐκκαιόμενος καὶ ἄρδων τῇ προθυμίᾳ τὴν ψυχήν, καθὼς εἴρηται· Οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψή σουσι, καὶ ἀλλαχοῦ· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. καὶ ὁ κύριος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. 8,1.79

Τίνα δὲ λέγει βασιλείαν ἐντὸς ἡμῶν εἶναι; τίνα δὲ ἄλλην ἢ τὴν ἄνωθεν διὰ τοῦ πνεύματος ἐγγινομένην ταῖς ψυχαῖς εὐφροσύνην; αὕτη γάρ ἐστιν οἷον εἰκὼν καὶ ἀρρα βὼν καὶ δεῖγμα τῆς αἰωνίου χαρᾶς, ἧς ἀπολαύσουσιν αἱ τῶν ἁγίων ψυχαὶ ἐν τῷ προσδοκωμένῳ αἰῶνι. παρακαλεῖ οὖν ἡμᾶς ὁ κύριος διὰ τῆς ἐνεργείας τοῦ πνεύματος ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ σῶσαι καὶ μεταδοῦναι τῶν πνευματικῶν ἀγαθῶν καὶ τῶν ἑαυτοῦ χαρισμάτων· Ὁ παρακαλῶν γάρ φησιν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει· καὶ Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα· καὶ Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου· ταῦτα πάντα τὴν ἐκ τοῦ πνεύματος εὐφροσύνην καὶ παράκλησιν δι' αἰνιγμάτων παραδηλοῖ. Ἐπειδὴ τοίνυν δέδεικται, τίς ὁ τῆς εὐσεβείας σκοπὸς ὃν χρὴ προκεῖσθαι τοῖς τὸν θεοφιλῆ βίον ζῆν αἱρουμένοις, ὅς ἐστι ψυχῆς καθαρισμὸς καὶ τοῦ πνεύματος δι' ἔργων ἀγαθῶν προκοπῆς ἐνοίκησις, ἕκαστος ὑμῶν κατὰ τὸν 8,1.80 ὑποδειχθέντα τρόπον παρασκευάσας τὴν ψυχὴν καὶ μεστὴν θείου ποιήσας ἔρωτος οὕτως ἀποδότω ἑαυτὸν ταῖς τε εὐχαῖς καὶ <ταῖς> νηστείαις κατὰ τὸ αὐτοῦ θέλημα, μεμνημένος τοῦ παρακαλοῦντος τὸ Ἀδιαλείπτως προσεύ χεσθε καὶ Τῇ εὐχῇ προσκαρτεροῦντες, καὶ τῆς τοῦ κυρίου ἐπαγγελίας, ἐν ᾗ φησι· Πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· Ἔλεγεν γάρ φησιν καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν· ὅτι δὲ ἡ περὶ τὴν εὐχὴν σπουδὴ μεγάλα χαρίζεται καὶ αὐτὸ δὴ τὸ πνεῦμα ταῖς ψυχαῖς ἐνοικίζει, δηλοῖ σαφῶς δι' ὧν προτρέπει ἡμᾶς ὁ ἀπόστολος λέγων· ∆ιὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει. ὥστε εἴ τις τῶν ἀδελφῶν τούτῳ τῷ μέρει τῶν ἀρετῶν ἑαυτὸν ἀποδίδωσι, τῷ τῆς εὐχῆς λέγω, καλὸν θησαυρὸν 8,1.81 περιέπει καὶ ἐρᾷ τοῦ μεγίστου κτήματος· μόνον συντόνῳ καὶ ὀρθῇ συνειδήσει τοῦτο ποιείτω ἕκαστος, μηδαμοῦ κατὰ τὴν διάνοιαν ἑκουσίως περιπλανώμενος μηδὲ ὥσπερ ἀκούσιον ἀποδιδοὺς ὑπ' ἀνάγκης χρέος, ἀλλ' ἔρωτα καὶ πόθον ἀποπληρῶν τῆς ψυχῆς καὶ τοὺς ἀγαθοὺς τῆς παρα μονῆς καρποὺς πᾶσιν ἐπιδεικνύς· χρὴ δὲ καὶ τοὺς λοιποὺς διδόναι τῷ τοιούτῳ καιρὸν καὶ συγχαίρειν τῇ παραμονῇ τῆς προσευχῆς, ὅπως καὶ αὐτοὶ μετάσχωσι τῶν ἀγαθῶν καρπῶν, ἅτε δὴ κοινωνοὶ τοῦ τοιούτου βίου τῷ συνή δεσθαι γεγονότες. δώσει δὲ καὶ αὐτὸς ὁ κύριος τοῖς αἰτοῦσιν ὅπως εὔχεσθαι δεῖ κατὰ τὸ εἰρημένον· Ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ. δεῖ οὖν αἰτεῖν καὶ εἰδέναι τὸν τῇ εὐχῇ προσ καρτεροῦντα πράγματι τοσούτῳ μετὰ πολλῆς σπουδῆς καὶ πάσης δυνάμεως ἐναθλεῖν τῷ ἀγῶνι. τὰ γὰρ μεγάλα ἆθλα μεγάλων δεῖται καὶ πόνων, ἐπειδὴ μάλιστα ἡ κακία τοῖς τοιούτοις ἐφεδρεύει, πανταχόθεν περιεργαζομένη καὶ περι τρέχουσα καὶ ζητοῦσα περιτρέψαι τὴν σπουδήν. ἐκεῖθεν ὕπνος καὶ βάρησις σώματος καὶ ψυχῆς μαλακία καὶ ἀκηδία καὶ ὀλιγωρία καὶ ἀνυπομονησία καὶ τὰ λοιπὰ τῆς κακίας <πάθη καὶ> ἐνεργήματα, δι' ὧν ἀπόλλυται ψυχὴ κατὰ μέρος ἁρπαζομένη καὶ αὐτομολοῦσα πρὸς τὸν ἐχθρὸν αὐτῆς.

8,1.82 Χρὴ οὖν ἐφεστάναι τῇ ψυχῇ καθάπερ σοφὸν κυβερνήτην τὸν λογισμὸν μηδαμοῦ τὴν διάνοιαν ἐνδιδόντα πρὸς τὰς τοῦ πονηροῦ πνεύματος ταραχὰς μηδὲ τοῖς ἐκείνου κύμασι συμπεριφερόμενον, ἀλλ' εὐθὺ βλέποντα πρὸς τὸν ἄνω λι μένα καὶ τὴν ψυχὴν ἀκέραιον ἀποδιδόντα τῷ πιστεύσαντι καὶ ἀπαιτοῦντι θεῷ. οὐ γὰρ τὸ πεσεῖν ἐπὶ γόνυ καὶ ἐν τῷ σχήματι τῶν δι' εὐχὴν κειμένων ἐκτετάσθαι σπουδαῖον τῇ γραφῇ καὶ εὐάρεστον, τῆς διανοίας ἔξω τοῦ θεοῦ πλα νωμένης, ἀλλὰ τὸ πᾶσαν