1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

13

ἀγαθῶν, μηδὲ τοσαύτην ἀποδιδόναι τῷ Θεῷ τὴν τιμήν. ∆ιὰ γὰρ τοῦτο πολλὰ καὶ ἐν τοῖς κοινοῖς, καὶ ἐν τοῖς ἰδίοις πράγμασι παρὰ γνώμην ἡμῖν ἀπαντᾷ, ὅτι οὐ περὶ τὰ πνευματικὰ πρῶτον, καὶ τότε περὶ τὰ βιωτικὰ σπουδάζομεν πράγματα. Οὐκ οἶδας, ὅτι ἐὰν ἐλθὼν προσκυνήσῃς τὸν Θεὸν, καὶ μετάσχῃς τῆς ἐνταῦθα διατριβῆς, μᾶλλόν σοι τὰ ἐν χερσὶν εὐμαρίζεται πράγματα; Ἀλλὰ βιωτικὰς ἔχεις φροντίδας; ∆ιὰ ταύτας μὲν οὖν ἐνταῦθα ἀπάντησον, ἵνα τὴν εὔνοιαν ἐπισπασάμενος τοῦ Θεοῦ, διὰ τῆς ἐνταῦθα διατριβῆς, οὕτω μετὰ ἀσφαλείας ἐξέλθῃς· ἵνα ἔχῃς αὐτὸν σύμμαχον, ἵνα ἀκαταγώνιστος γένῃ τοῖς δαίμοσιν, ὑπὸ τῆς ἄνωθεν χειρὸς βοηθούμενος. Ἂν γὰρ ἀπολαύσῃς εὐχῶν πνευματικῶν, ἂν μετάσχῃς εὐχῆς κοινῆς, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν αὐτοῦ τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν· ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, καὶ γυμνὸς τῶν ὅπλων τούτων εὑρεθῇς, εὐχείρωτος ἔσῃ τοῖς ἐπηρεάζουσιν ἅπασι. Καὶ μή μοι λεγέτω τις, ὡς ἀδύνατον, ἄνθρωπον βιωτικὸν, δικαστηρίῳ προσηλωμένον, συνεχῶς εὔχεσθαι τῆς ἡμέρας, καὶ εἰς ἐκκλησίαν ἐκτρέχειν· δυνατὸν γὰρ, καὶ σφόδρα εὔκολον. Κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν θυρῶν καὶ τῷ δικαστηρίῳ προσηλωμένον εὔξασθαι δυνατόν. Καὶ τοῦτο πολλοὶ ἐποίησαν πολλάκις, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπειλοῦντος, διατεινομένου, μαινομένου, πρὸ τῶν θυρῶν ἑστῶτες σφραγισάμενοι, καὶ ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν· καὶ οὐδὲν οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς σιγῆς πρὸς τὴν εὐχὴν ταύτην ἐνεποδίσθησαν. Οὐδὲ γὰρ οὕτω φωνῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήματος. Ἐπεὶ καὶ ἡ τοῦ Σαμουὴλ μήτηρ Ἄννα, οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν, διὰ τοῦτο ἠκούετο, ἀλλ' ἐπειδὴ μεγάλα ἔνδον μετὰ τὴν καρδίαν ἐβόα· Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησὶ, καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός. Μὴ δὴ οὖν προφασιζώμεθα λέγοντες, ὡς οὐκ ἔστιν εὔκολον εὔξασθαί τινα, τοῖς βιωτικοῖς ἐνασχολούμενον πράγμασι, καὶ μηδὲ 63.585 πλησίον εὐκτήριον οἶκον εὑρίσκοντα. Ὅπου γὰρ ἂν ᾖς, δύνασαι στῆσαί σου τὸ θυσιαστήριον· οὐδὲν γὰρ κωλύει τόπος, οὐδὲ ἐμποδίζει καιρός· ἀλλὰ κἂν μὴ γόνατα κλίνῃς, κἂν μὴ στῆθος τύψῃς, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνῃς, διάνοιαν δὲ μόνον ἐπιδείξῃ θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς. Ἔξεστι γὰρ καὶ εἰς ἀγορὰν ἐμβάλλοντα, καὶ καθ' ἑαυτὸν βαδίζοντα, εὐχὰς ἐκτενεῖς ποιεῖσθαι· ἔξεστι καὶ ἐπ' ἐργαστηρίου καθήμενον καὶ δέρματα ῥάπτοντα, τὴν ψυχὴν ἀναθεῖναι πρὸς τὸν ∆εσπότην· ἔξεστι καὶ οἰκέτῃ καὶ ὠνουμένῳ, καὶ ἀναβαίνοντι καὶ καταβαίνοντι, καὶ μαγειρείῳ παρεστῶτι, ὅταν μὴ δυνατὸν εἰς ἐκκλησίαν ἐλθεῖν, εὐχὴν ποιεῖσθαι ἐκτενῆ καὶ διεγηγερμένην. Οὐ γὰρ ἐπαισχύνεται τόπον ὁ Θεὸς, ἀλλ' ἓν ζητεῖ μόνον, διάνοιαν θερμὴν καὶ ψυχὴν σωφρονοῦσαν. Καὶ γὰρ ὁ Παῦλος οὐκ ἐν οἴκῳ εὐκτηρίῳ, ἀλλ' ὕπτιος ἐπὶ τοῦ δεσμωτηρίου κείμενος, καὶ οὐκ ὀρθὸς ἑστὼς οὐδὲ γόνατα κλίνων· οὐ γὰρ ἠφίει τὸ ξύλον ᾧ τοὺς πόδας ἐδέδετο· ἐπειδὴ μετὰ προθυμίας ηὔξατο κείμενος, τὸ δεσμωτήριον ἔσεισε, καὶ τὰ θεμέλια διεσάλευσε, καὶ τὸν δεσμοφύλακα ἔδησε, καὶ πρὸς τὴν ἱερὰν μετὰ ταῦτα μυσταγωγίαν ἐχειραγώγησε. Καὶ ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνων, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθεν ὑγίειαν. Καὶ ὁ λῃστὴς ἐπὶ τοῦ σταυροῦ τεταμένος, ἀπὸ ῥημάτων ὀλίγων τῆς βασιλείας τῶν οὐρανῶν ἔτυχε· καὶ ὁ Ἱερεμίας ἐν βορβόρῳ καὶ λάκκῳ, καὶ ὁ ∆ανιὴλ ἐν λάκκῳ καὶ θηρίοις, καὶ ὁ Ἰωνᾶς ἐν αὐτῇ τοῦ κήτους τῇ νηδύϊ τὸν Θεὸν παρακαλέσαντες, τὰ ἐπικείμενα δεινὰ διέλυσαν