λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας καὶ νῆσον τὴν Αἴγιναν, καταντᾷ δὲ μέχρι Θερμοπυλῶν· ἐν ᾧ τόπῳ Λεωνίδης ἐκεῖνος ὁ Λακεδαιμόνιος μετὰ τριακοσίων στρατιωτῶν ἀντέστη Ξέρξῃ τῷ τῶν Περσῶν βασιλεῖ. Καὶ τοσαῦτα μὲν ἡ Ἑλλὰς κατὰ τὸν Ἱεροκλέα. ευροπ.6 Ἕκτον θέμα Πελοπόννησοσ Κόρινθος, ἥ ποτε Ἐφύρα, μητρόπολις πάσης Ἑλλάδος καὶ αὐτῆς Πελοποννήσου, τουτέστιν Ἀχαίας· οἱ γὰρ Ῥωμαῖοι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Ἀχαιοὺς ὀνομάζουσιν. Ἔστι δὲ πᾶσα ἡ νῆσος ὑπὸ ἑνὶ στρατηγῷ τεταγμένη, πόλεις ἔχουσα τεσσαράκοντα· ἐξ ὧν εἰσιν ἐπίσημοι Κόρινθος μητρόπολις, Σικυών, Ἄργος, Λακεδαιμονία τῆς Λακωνικῆς ἡ πρὶν Σπάρτη, ἑτέρα μητρόπολις αἱ λεγόμεναι Πάτραι. Ἡ δὲ Πελοπόννησος τρεῖς ἔχει ἐπωνυμίας, ὡς Νικόλαος ὁ ∆αμασκηνὸς γράφει ἐν τετάρτῳ Ἱστοριῶν· "μέγιστον οὖν τῶν τότε ἴσχυον οἱ Πελοπίδαι, καὶ ἡ Πελοπόννησος εἰς αὐτοὺς ἀφεώρα, καὶ αὐτὸ τοὔνομα ἔχουσα ἀπ' ἐκείνων, τρεῖς ἤδη πρότερον ἀλλάξασα τὰς ἐπωνυμίας· ἐπὶ μὲν γὰρ Ἀπίου τοῦ Φορωνέως ἐκαλεῖτο Ἀπίη, ἐπὶ δὲ Πελασγοῦ τοῦ αὐτόχθονος Πελασγία, ἐπὶ δὲ Ἄργου καὶ αὐτὴ ὁμωνύμως ἐκαλεῖτο Ἄργος. Ἐπὶ δὲ Πέλοπος, τοῦ τὸν Οἰνόμαον νικήσαντος, Πελοπόννησος ἔσχε τοῦτο τὸ κύριον ὄνομα". Ἔστι δὲ χερρόνησος ἀμπέλου φύλλῳ τῷ σχήματι παρεμφερής. ∆ιονύσιος δὲ πλατάνου φύλλῳ ἀπεικάζει, λέγων οὕτως· Εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ. Περὶ δὲ τοὺς τόπους αὐτῆς εἰσι νῆσοι ἑπτὰ Πελοποννήσιοι λεγόμεναι. Καὶ οὕτως μὲν ἡ Πελοπόννησος. Ἐβασιλεύετο πρὶν ἡ Πελοπόννησος ἐκ τοῦ τῶν Ἡρακλειδῶν γένους, μέχρις ἂν Φίλιππος ὁ Μακεδὼν τούτων ἐκράτησε. ∆ιενεχθέντων γὰρ τῶν Ἀθηναίων πρὸς τοὺς Λακεδαιμονίους περὶ πρωτείων-ἀφ' οὗπερ ὑπ' ἀμφοτέρων ὁ Πέρσης ἡττήθη, Ξέρξης ἐκεῖνος ὁ περιβόητος, πεζῇ μὲν ὑπὸ Λακεδαιμονίων ὅτε Μαρδόνιος ἐκεῖνος σὺν παντὶ τῷ λαῷ ἐπεπτώκει, νηίτῃ δὲ στόλῳ ὑπ' Ἀθηναίων ὅτε Θεμιστοκλῆς ἐναυάρχει τοῦ στόλου-μάχη οὖν ἐκροτήθη πρὸς ἀμφοτέρων περὶ πρωτείων καὶ διεκράτησεν ἐπ' ἀμφοτέροις ὁ πόλεμος ἔτη κζʹ, καθὼς Θουκυδίδης ὁ περιώνυμος γράφει. Ὑπ' ἀλλήλων οὖν διαφθαρέντων καὶ τῆς νεολαίας ἀπολλυμένης, ἐξῆλθε Φίλιππος ὁ τοῦ Ἀλεξάνδρου πατὴρ καὶ ἀμφοτέρους αὐτοὺς ἐδουλώσατο, ὥστε ῥηθῆναι ἐπ' αὐτοῦ τουτοῒ τὸ λόγιον· Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς. Ὕστερον δὲ πάλιν, τῶν Μακεδόνων ὑπὸ Ῥωμαίων ἡττηθέντων, πᾶσα ἡ Ἑλλάς τε καὶ ἡ Πελοπόννησος ὑπὸ τὴν τῶν Ῥωμαίων σαγήνην ἐγένετο, ὥστε δούλους ἀντ' ἐλευθέρων γενέσθαι. Ἐσθλαβώθη δὲ πᾶσα ἡ χώρα καὶ γέγονε βάρβαρος, ὅτε ὁ λοιμικὸς θάνατος πᾶσαν ἐβόσκετο τὴν οἰκουμένην, ὁπηνίκα Κωνσταντῖνος, ὁ τῆς κοπρίας ἐπώνυμος, τὰ σκῆπτρα τῆς τῶν Ῥωμαίων διεῖπεν ἀρχῆς, ὥστε τινὰ τῶν ἐκ Πελοποννήσου μέγα φρονοῦντα ἐπὶ τῇ αὑτοῦ εὐγενείᾳ, ἵνα μὴ λέγω δυσγενείᾳ, Εὐφήμιον ἐκεῖνον τὸν περιβόητον γραμματικὸν ἀποσκῶψαι εἰς αὐτὸν τουτοῒ τὸ θρυλούμενον ἰαμβεῖον· Γαρασδοειδὴς ὄψις ἐσθλαβωμένη. Ἦν δὲ οὗτος Νικήτας, ὁ κηδεύσας ἐπὶ θυγατρὶ Σοφίᾳ Χριστοφόρον τὸν υἱὸν τοῦ καλοῦ Ῥωμανοῦ καὶ ἀγαθοῦ βασιλέως. ευροπ.7 Ἕβδομον θέμα Κεφαληνία Ἡ δὲ Κεφαληνία συμπεριείληπται τῇ Πελοποννήσῳ· οὐδέποτε γὰρ εἰς τάξιν ἐχρημάτιζε θέματος, οὐδὲ ὀνομαστός τις ἐκ ταύτης ἐγένετο, εἰ μὴ ὁ παρ' Ὁμήρῳ πολυθρύλητος Ὀδυσσεύς. Ὁμοίως δὲ καὶ νῆσος ἡ Ζάκυνθος ἥ τε Λευκὰς καὶ Ἰθάκη ἡ τοῦ Ὀδυσσέως πατρίς, καὶ ἄλλα τινὰ νησίδια καὶ αὐτὴ Κέρκυρα ἡ τῶν Φαιάκων πόλις, τὸ τοῦ Ἀλκινόου βασίλειον, ὅνπερ Ὅμηρος ἐκθειάζει ὑπὲρ πάντας τοὺς τότε τινῶν ἀνδρῶν βασιλεύοντας. Καὶ ταῦτα μὲν περὶ τούτων. ευροπ.8 Ὄγδοον θέμα Νικόπολισ Ἐπαρχία τῆς παλαιᾶς Ἠπείρου τῆς Φωκικῆς, ὑφ' ἡγεμόνα, πόλεις ιβʹ· Νικόπολις μητρόπολις. Ἐκλήθη δὲ Νικόπολις δι' αἰτίαν τοιαύτην· Καῖσαρ ἐκεῖνος ὁ σεβαστὸς καὶ περιώνυμος Αὔγουστος πόλεμον ἔσχε μετὰ Κλεοπάτρας τῆς Αἰγυπτίας καὶ Ἀντωνίου τοῦ ταύτης ἀνδρός· ὃς ἦν πρότερον ἐπ' ἀδελφῇ τοῦ