δὲ ὁ πάντων Θεὸς γεγονὼς ἄνθρωπος κατήργηκεν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν, λεῖα πάντα γέγονε καὶ εὐήλατα· οὐχ ὕψος, οὐ βάθος τοῖς εὐδοκιμεῖν ἐθέλουσιν ἀπαντᾷ, ἀλλὰ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν μετεποιήθη τρίβον. Αὐτὸς γὰρ λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν, οὐδὲν ἔχουσαν τὸ ἄναντες ἢ τὸ κοῖλον καὶ κάτω, δι' ἃ τραχεῖά ποτε καὶ δυσπόρευτος ἦν. Πάντα γὰρ τὰ σκολιὰ γέγονεν εὐθέα, ὡς αὐτός που πάλιν ὁ προφήτης φησὶν Ἡσαΐας· "Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν δικαίων." Ἐκ μέσου μὲν γὰρ ἡ τῶν δαιμόνων ἀπηλάθη πληθύς· καὶ αὐτὸς δὲ ὁ διάβολος κατηργήθη σὺν ἐκείνοις· νενέκρωται δὲ καὶ τῆς ἁμαρτίας ὁ νόμος, καὶ πάσας ἡμῶν ὁ Σωτὴρ ἰᾶται τὰς νόσους. Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. (A f. 49 b. Ε f. 145 b, F f. 777 b, H f. 147 b) Τεθέαται δὲ πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ, δη λονότι τοῦ Πατρός· Σωτῆρα γὰρ ἡμῖν πέπομφε τὸν Υἱόν. Σάρκα δὲ ἐν τούτοις ὁλοκλήρως τὸν ἄνθρωπον νοητέον, καὶ πᾶν τὸ ἀνθρώπειον γένος ὑποληπτέον. (A f. 50, Ε f. 146, φ 779, H f. 149) Οὕτω γὰρ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· οὐκέτι μόνος ὁ Ἰσραὴλ, ἀλλὰ πᾶσα σάρξ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ συνεσταλμένην ἔχει τὴν ἡμερότητα, οὔτε μὴν ἓν διέσωσεν ἔθνος· σεσαγήνευκε δὲ μᾶλλον τὴν ὑπ' οὐρανὸν, ἐφώτισε τοὺς ἐσκοτισμένους· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας ὑμνούμενον· "Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. "Σέ σωσται δὲ ὁμοῦ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραὴλ, ὡς καὶ τοῦτο πάλαι προανεφώνηκεν (σιξ) ὁ μέγας Μωϋσῆς, οὕτω λέγων· "Εὐφράνθητε μετὰ τοῦ λαοῦ αὐτοῦ." Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις ὁ Βαπτιστὴς, κ.τ.λ. (A f. 51, Ε f. 148 b, F f. 780 b, H f. 151) Καὶ 72.516 νῦν δὲ Πνεύματος ἁγίου μεμεστωμένος ὁ μακάριος Βαπτιστὴς, οὐκ ἠγνόησε τῆς Ἰουδαίων δυστροπίας τὰ κατὰ Χριστοῦ τολμήματα. Προέγνω γὰρ, ὅτι καὶ ἀπιστήσουσιν αὐτῷ, καὶ τὴν ἰοβόλον αὐτῶν κινήσαν τες γλῶτταν, λοιδορίας βαλοῦσι. Πρὸς ἐκεῖνα τοίνυν βλέπων, ἐλέγχει αὐτοὺς, ὅτι καίτοι νόμον ἔχοντες λαλοῦντα τὸ Χριστοῦ μυστήριον, καὶ προαγορεύσεις προφητῶν ἀποφερούσας εἰς τοῦτο, νωθροὶ γεγόνασι ταῖς ἀκοαῖς, καὶ ὀκνηροὶ πρὸς πίστιν τὴν ἐπί γε τῷ πάντων Σωτῆρι Χριστῷ· "Τίς γὰρ ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;" Ἆρ' οὐχ ἡ θεόπνευστος Γραφὴ, τοὺς μὲν εἰς Χριστὸν πιστεύσαντας, μακαρίους εἶναι λέγουσα, τούς γε μὴν ἀπίστους καὶ ἀμαθεῖς, σκληραῖς καὶ ἀφύκτων ὑποπεσεῖσθαι δίκαις προαγγέλλουσα; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας. (A f. 51 b, Ε f. 150, F f. 781, H f. 153) Ἔστι καρπὸς μετανοίας, προηγουμένως μὲν, ἡ εἰς Χριστὸν πίστις· πρὸς δὲ τούτῳ, καὶ ἡ εὐαγγελικὴ πολιτεία· καὶ ἁπλῶς τὰ ἀντικείμενα τῇ ἁμαρτίᾳ ἔργα τῆς δικαιοσύνης, ἅπερ ὁ μετανοῶν καρποφορεῖν ὀφείλει ἄξια τῆς μετανοίας. Ἐπήγαγε δέ· "Μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ."(Ε f. 150 b, F f. 781 b.) Ὁρᾷς ὅπως εὐτεχνέστατα λίαν τὴν ἀσύνετον αὐτῶν ὀφρὺν καταφέρει, καὶ ἀσυντελὲς εἰς ὄνησιν αὐτοῖς φαίνει τὸ ἐξ Ἀβραὰμ γενέσθαι κατὰ τὴν σάρκα; Τί γὰρ ἡ σαρκὸς εὐγένεια τοὺς ἔχοντας ὠφελεῖ, εἰ μὴ διὰ τῶν ὁμοίων ἔρχοιντο σπουδασμά των, καὶ τῆς τῶν τεκόντων ἀρετῆς κατόπιν; "Εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, φησὶ πρὸς αὐτοὺς ὁ Σωτὴρ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν." Τὴν ἐν ἤθει καὶ τρόποις συγγένειαν ζητεῖ ὁ Θεός. Μάταιον οὖν τὸ προγόνοις ἐπαυχεῖν ἁγίοις καὶ ἀγαθοῖς, ἀπολιμπάνεσθαι δὲ μακρὰν τῆς ἐκείνων ἀρετῆς.(A f. 52, Ε f. 151 b, F f. 783, H f. 155) Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, φησὶν ὁ Ἰουδαῖος, πῶς ἔτι τὸ σπέρμα Ἀβραὰμ πληθύνεται, καὶ ἡ πρὸς αὐτὸν τοῦ Θεοῦ ἐπαγγελία σωθήσεται, ἡ φάσκουσα πληθύνειν αὐτοῦ τὸ σπέρμα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ; ∆ιὰ τῆς τῶν ἐθνῶν κλήσεως, ὦ Ἰουδαῖε· εἴρηται γὰρ πρὸς αὐτὸν τὸν Ἀβραὰμ, ὅτι "Ἐν Ἰσαὰκ