δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤπερ ἐξολέσθαι τὰ κοσμικά. Καὶ ἑταιρίζονται μὲν εἰς τοῦτο πολλοὶ τῶν τοῦ λαοῦ, συνεπιρρέει δὲ τῷ κλύδωνι τούτῳ καὶ ἀπόρροιά τις τῶν τῆς συγκλήτου, οὐ πολλὴ μέν, ἐπίρρητος δὲ καὶ τοῦτό γε ἡμῖν ἀπόρρητος. Οὐ γὰρ ἁπλῶς ἀφωσιοῦτο αὕτη τὴν κατὰ τοῦ βασιλέως Ἀλεξίου νεωτέρισιν κατὰ χάριν Ἀνδρονίκου, ἀλλ' ὡσεὶ καὶ μεμηνυῖα βυσσόθεν ἐκυκᾶτο καὶ τὸν Ἀνδρόνικον συνεξέμαινε. Καὶ ἔσονται ἀοίδιμοι ἐν τούτοις οἱ τῆς ἡμέρας ἐκεῖνοι πιστοί, Κωνσταντῖνος ὁ Πατρηνός, τὸ τῆς κολακείας ἠκριβωμένον ἀφίδρυμα, καὶ ὁ Ἁπλούχειρ Μιχαήλ, ἀνὴρ γλοιὸς μὲν πολιτεύσασθαι, στρυφνὸς δὲ πονηρεύσασθαι. Ἦν δὲ καί τις ἀνὴρ λάμπων ἐν τοῖς τοιούτοις, ὡσεί που καὶ φρυκτὸς ὀλέθριος, μέσος ἦν ὅτε τὴν τύχην, πατρὸς ἐκφὺς δεξιοῦ λογίζεσθαι τὰ δημόσια καὶ ἐμβαθύνειν κλέμμασιν, Στέφανος μὲν τὸ κύριον, τὸ δὲ ἐπ' αὐτῷ Ἁγιοχριστοφορίτης, ὅς, μεταθέμενος ἐξ ὧν ὁ κατὰ Θεὸν διάκειται, Ἀντιχριστοφορίτης παρωνυμεῖτο τοῖς ὀρθὰ νοοῦσι. Τοῦτον ὁ μὲν φθάσας χρόνος παρεσημήνατο εἰς ἀνδριάντα φαυλότητος. Κηδεύσας γὰρ οὐ καθ' ἑαυτόν, ἀλλὰ πανουργευσάμενος ὑπὲρ ἀξίαν γάμον εὐγενῆ, δέδωκε τιμωρίαν οὐκ ἀγεννῆ· τὰς ῥῖνάς τε γὰρ ἀπεσχίσθη, ἅτε μὴ καλῶς φριμαξάμενος καθ' ἧς οὐκ ἔπρεπε, καὶ τῶν αὐτοῦ νώτων σωφρονιστῆρες ἱμάντες κατεχόρευσαν. Καὶ ὅμως ἰταμὸς ὢν καὶ τὴν αἰσχύνην ἀπὸ προσώπου θέμενος, οὐκ ἀπήγαγεν ἑαυτὸν τοῦ προφαίνεσθαι, μὴ καὶ γελῷτο, ἀλλ' οἷα μηδέν τι κακὸν δεδρακὼς περιήρχετο ἔνθα καὶ πρῴην, φιλενδεικτῶν τὸ θράσος καὶ ἐπιδεικνύμενος τὸ 46 μὴ αἰδεῖσθαι καὶ οὕτω βιαζόμενος τὸ μηδέν τι φαῦλον ἢ ποιῆσαι ἢ παθεῖν. Ὡς δὲ περιωρᾶτο πρὸς πάντων καὶ τοῦ γάμου τε τοῦ ὑψηλοῦ ἦν ἔκπτωτος καὶ οὐδέ τινα εἶχεν ἄλλην ἀνάβασιν, ἀλλ' ἐν κενοῖς τὰς βασιλείους θύρας ἐξέτριβε, λαγχάνει ποτὲ προηκάμενος ἔπος ἄλλως μὲν σφαλερόν, ἑαυτῷ δὲ ἀναστάσιμον. Ὡς γὰρ ὁ Μαυροζώμης Θεόδωρος, ὁ ἐκ Πελοποννήσου, ἄνθρωπος πολυμεμφὴς ἐφ' οἷς ὑπὲρ τὸ δέον ἔδρα, μετὰ θάνατον τοῦ Ἁγιοθεοδωρίτου Μιχαήλ, τοῦ ἐν ὑπογραφεῦσι βασιλικοῖς μεγάλου, ἔγγιστα τῷ βασιλεῖ γεγονὼς ὑπερεφαίνετο, οἱ μὲν ἄλλοι ἐχεφρονοῦντες ἔπεττον εἴ τί που χόλου καὶ εἶχον ἐφ' οἷς μὴ ἀνέβαινον, ὁ δὲ πρὸ τῆς βασιλείου σκηνῆς καθήμενος ἐξεβόησεν εἰς πολλῶν ἀκοὰς λόγῳ σχετλιασμοῦ ἄδικα πάσχειν, εἴπερ ὁ δεῖνα μὲν καὶ ὁ δεῖνα, οὐκ εἰς τοσοῦτον κακοὶ πεφηνότες, εἶτα ὑψοῦνται, αὐτὸς δὲ φαυλεπίφαυλος ὤν, καί, ὡς ἄν τις κωμικευόμενος εἴποι, μιαρὸς καὶ παμμίαρος καὶ μιαρώτατος καὶ ἄνθος κακίας καὶ πονηρίας ἄβυσσος καὶ οἷος διορᾶσθαι ὅσα καὶ δαίμων, ἀφίεται ζῆν εἰκῇ καὶ οὐκ εἰς μέσον παράγεται, τὰ οἰκεῖα ἐπιδειξόμενος καὶ ἀρέσων εἰς πλουτοποιίαν. Ἐπῆγε δὲ ἑαυτῷ καὶ ὅρκον μέγιστον, μὴ ἂν εὑρήσεσθαι τὸν ἐπὶ κακίᾳ ἴσον. Ἔφη ταῦτα στηλογραφῶν ἑαυτὸν καὶ περιαυτολογῶν, ὡς αὐτῷ ἔπρεπε, καὶ ἐπὶ πᾶσιν ἐστέναξεν ὡς βαρυπενθῶν καὶ ἐξεπυρώθη χόλῳ τὸ πρόσωπον. Καὶ οἱ μὲν ἄλλοι ἐταράχθησαν πρὸς τὸν λόγον καὶ ἐκαραδόκουν κακά, λογιζόμενοι ὡς οὐ μόνον αὐτὸς δεινὰ πείσεται αὐτίκα, τῆς βοῆς ἐντὸς ἀκουσθείσης καὶ εἰς ὕβριν τῷ βασιλεῖ λογισθείσης, ἀλλὰ καὶ αὐτοὶ πρὸς μέμψεως ἔσονται, ὅτι μὴ θυμὸν κατὰ τοιούτου ἀνδρὸς ἀνέλαβον. Καὶ αὐτοὶ μὲν οὕτως. Τοῦ δὲ καθ' ἡμᾶς βίου τὸ χρεὼν οἷς ἡμάρτομεν τότε μὲν ἀθῶον ἀφῆκε μεῖναι τὸν ἄνδρα, μέγα καὶ τοῦτο δοκοῦν εἶναι· οὐ μακρὸς δὲ διέσχε χρόνος καὶ ἤρξατο παρυψοῦσθαι ὁ ἄνθρωπος καί, κηρύξας ἑαυτὸν πονηρότατον, εὕρηκεν ἐπὶ πείρᾳ γέρας ὅμοιον, ὡς εἰ καὶ δεινός τις κλέπτειν εἶναι ἀνακηρύξας προσληφθείη ποθέν. Καὶ ἐκεῖθεν ἀρξάμενος τοῦ κατὰ βίου ὕψους γίνεται ἐπὶ τοῦ στρατοῦ, καὶ εὑρεθεὶς ἐπὶ τοῦ Ἀνδρονίκου τοιοῦτος προσλαμβάνεται. Καὶ ἡ καθ' ἡμῶν πτερωθεῖσα συμφορὰ αἴρει αὐτὸν ἐπὶ πλέον ὑψοῦ καὶ εἰς ψυχὴν ἐντήκει φιλίως τῷ Ἀνδρονίκῳ, ἵνα πάγχυ κακὸς κακὸν ἡγηλάζῃ καὶ μὴ τὰ καλὰ τοῖς κακοῖς συμφύρηται καὶ ὁ ὅμοιος ἐς τὸν ὅμοιον ἄγηται. Καὶ οὕτω φρονηματισθεὶς εἰς