1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

14

ἐστάλαξε κρουνὸς αὐτόθεν, φρικτὸν θέαμα· πᾶσι δ' ἦν φόβος θιγεῖν. Αὐτὸς δ' ὁ νύξας ἐκπλαγεὶς κέκραγέ πως· «Ὄντως ὁ παρὼν νεκρός ἐστι Παῖς Θεοῦ.» Τλήμων τε μήτηρ ἐμπαρεστῶσ' ἰκρίῳ, πίπτει στένουσα καί γε προσπιλνᾷ ξύλῳ· ᾤμωξε δ' εὐθὺς καὶ περιπτύσσει πόδας καὶ χερσὶν ἠρύσατο δικρούνου ῥοῆς, κυνοῦσά τ' αὐδᾷ τοιάδ'. «Ὦ θεῖον κάρα, βροτῶν μὲν αὐτὸς καὶ θανὼν κήδῃ σαφῶς, κενοῖς τε καθάρσιον ἀνθρώπων γένους· σὲ δ' οὐδὲ φροντίζει τις ἐνθεῖναι τάφῳ.» Ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, χρῄζουσ' ἄχραντον ἐξαναστῆναι δέμας, προσείχεθ' ὥστε κισσὸς ἔρνεσιν δάφνης. Χρόνῳ δ' ἀπαλλαγεῖσα τῶν γόων, ἔφη· «Τί ταῦτ' ἀλύω; πειστέον Παιδὸς λόγοις ἔργοις θ' ὅσ' ὑπέδειξεν εἰς μαρτυρίαν, ὡς ἔστιν αὐτῷ πᾶν θελητὸν δυνατόν· καὶ τῶν ἀέλπτων τὸν πόρον αὐτὸς διδοῖ.» Ταῦτ' εἶπε, καὶ παραυτίχ' ὡράθης σύ μοι. {ΙΩΣΗΦ} Θαυμάστ' ἔφησας, καὶ τὸ πρᾶγμα δεικνύει. Ἀτὰρ σύ γ' (οὐ γὰρ καιρὸς εἰδέναι τάδε δέσποιναν) ἡσύχαζε καὶ σίγα λόγον καὶ θᾶττον ὡς μάλιστα τῶνδ' ἔρημ' ἄγε· καὶ μὴ πελάζητ' ἐγγὺς ἐνθυμουμένοις, μηδὲ προσέλθητ', ἀλλὰ φυλάσσεσθέ που ἄγριον ἦθος, στυγερᾶς φύσιν φρενός. {ΘΕΟΤΟΚΟΣ} Ὦ καλλίνικοι, χαίρετ', ὦ φίλοι δύο, ὁ Νικόδημος σὺν Ἰωσήπῳ δίῳ, εἰς καιρὸν ἥκατ', εὖγε δ' εὖ πεπράχατε. Πιστοῖς φίλοις γὰρ συμφορὰ τὰ τῶν φίλων πίπτοντα κακῶς καὶ φρενῶν ἀνθάπτεται. Σπεύσατε νῦν, σπεύσατε, καταγάγετε· πρὸς τοῦτο γὰρ ἥκοντας ἄμφω νῦν βλέπω· ἄνιτ' ἄνιτε θᾶσσον, ὡς ἄν μοι νέκυν καταγάγητε, δεσποτείας ὠλένας ὅπως κατασπάσαιμι καὶ σύμπαν μέλος, κυνοῦσα σάρκας, ἅσπερ ἐξεθρεψάμην. {ΙΩΣΗΦ} Ἔξιθ', ἄπιθι μή σέ τις μιαιφόνων κακῶς δράσειεν, οὐδ' ὁρᾶν ἀνέξεται. Ἡμεῖς δ' ἄνιμεν, ὡς ὁρᾷς, καὶ τὸν νέκυν καταγάγωμεν χερσὶν ἰδίαις τάχει. Ναί, φίλε Νικόδημε, σὺ πρῶτος τάχει ἔμβαινε πηκτὰς κλίμακος πρὸς ἐμβάσεις, ἐκπασσαλεύσων διγλύφου δοκοῦ δέμας λέοντος, ὃν γέγηθε θηράσας λαός. Σὺ δ' ἔξιθ' ὡς τάχιστα, καὶ θρηνοῦσά περ· ὡς ταῦτ' ἄραρε, κοὐκ ἔχεις ἰσχὺν ὅπως ταῦτ' ἀνατρέψῃς, κἂν στένῃς κἂν δακρύῃς. {ΘΕΟΤΟΚΟΣ} ∆ειλαί' ἐγώ, δύστηνος, εἰ Παῖδ' οὐχ ὁρῶ κἂν τεθνεῶτα, μέχρι καὶ τύμβος λάβῃ· φύγω δὲ δῆμον, ἵνα μή τι καὶ πάθω. Παιδὸς γὰρ ἄνευ τίς ἔρως μοι τοῦ βίου; Κλαῦσαι νεκρόν μοι Παῖδα καὶ θάψαι πάρες, ψαῦσαι ποδῶν τε καὶ κατασπάσαι μέλη. Ἄγ', ὦ τάλαινα χεὶρ ἐμή, νεκροῦ λαβοῦ. {ΙΩΣΗΦ} Μὴ μὴ προσοίσῃς χεῖρα, μηδ' ἅψῃ νεκροῦ, μὴ δῆτ' ἐπεί μιν ταῖνδ' ἐγὼ θάψω χεροῖν, τὸν Νικόδημον εἰσφέρων συνεργάτην, μύρων χύσιν φέροντα δαψιλεστάτην, ὡς μή τις αὐτὸν δυσμενῶν καθυβρίσῃ, πέπλους ἀνασπῶν σῶμά τ' ἐκφέρων τάφου. Ὡς γὰρ προσήκει μὴ γένους κοινωνίαν ἔχοντι, κἀγὼ τὸν νέκυν τιμῶ φίλον. Πῶς δ' οὖν κομίζειν ἢ τί χρὴ δεδρακότας τὸν νεκρὸν ἡμᾶς σῇ χαρίζεσθαι φρενί, φρόντιζ'· ἐμοῖς δὲ χρωμένη βουλεύμασι, σιγῇ φέρ'· ἔσται γὰρ τὸ πᾶν πανευπρεπές. Οὐδ' ὠμὸν εἰς σὸν Παῖδα τεθνεῶτ' ἴδῃς· εἶναι γὰρ Ἰουδαῖος οὐκ ἀναίνομαι· ἀτὰρ τοσοῦτον οὐ δυνήσομαί ποτε τὸν σὸν πιθέσθαι Παῖδ' ὅπως οὐκ ἐσθλὸς ἦν, οὐδ' εἰ τὸ σύμπαν τῶν βροτῶν λέγει γένος καὶ τὴν ὀρεινὴν γραμμάτων πλήσειέ τις ὕλην, ἐπεί μιν ἐσθλὸν ὄντ' ἐπίσταμαι. Ἔκτειν' ὅμως, ἄνασσα, χεῖρας σὺν κόραις, δέξαι τε νεκρὸν Παῖδα σὸν πεφιλμένον, καὶ κλαῦσον, ὡς βούλοιο, καὶ ψαῦσαι μελῶν. {ΘΕΟΤΟΚΟΣ} Κάλλιστον εἶπας μῦθον, ἐν δ' εὐεργέταις τὸ λοιπὸν ἤδη καὶ φίλοις ἔσῃ πλέον, ὡς καλλίνικος ᾗ κλέος νίκης μέγα. Οὐκοῦν, γεραιὲ φίλτατ' Ἰωσήφ, λάβε, ἐναγκάλισαι Παῖδα καὶ προσέλκυσαι. Λαβοῦ λαβοῦ νῦν καὶ κατόρθωσον δέμας, ὄρθου κεφαλήν, πῆχυν ἐνθεὶς αὐχένι ἐνδέξια, πλευρὰν δὲ τοῦδ' ἀείρατε. {ΘΕΟΛΟΓΟΣ} Ἔκτειν', ἄνασσα, χεῖρας, αἵ τ' ἄλλαι κόραι, δέχνυσθε νεκρόν, ὃς νεκροῖς ζωὴν διδοῖ, κἀγὼ δ', ὅσον δύναμις, ὑποδέξομαι. {ΘΕΟΤΟΚΟΣ} Ἄγ', ὦ τάλαινα χεὶρ ἐμή, νεκρὸν λάβε. Φεῦ φεῦ, τί λεύσσω; ταῖν χεροῖν τί νῦν φέρω; τίς ἐστιν οὗτος, ὃν νέκυν χεροῖν ἔχω; πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένη πρὸς στέρνα θῶμαι; τίνα θρηνήσω τρόπον; αὐτὸς δὲ δοίης καὶ προσειπεῖν σ' ὡς νέκυν καὶ πᾶν κατασπάσαι με σὸν μέλος, Τέκνον. Χαῖρ',