14
τὸ παντελὲς ἀφανίζεται καταφρυγέντα τῷ καύ σωνι, ὡς μηδὲ βραχύ τι λείψανον ὑπολειφθῆναι, τοῦ φλογμοῦ τὴν ἰκμάδα καταξηράναντος. Τοῦτο δὲ οὐκ έτι ἐστὶ τῷ τῶν ἀτμῶν λόγῳ παραμυθήσασθαι. Ἡ γὰρ ἄνω τῶν νεφῶν κατάστασις ἡ τοῦ θολεροῦ τούτου καὶ πνευματώδους ἀέρος ὑπερκειμένη, οὐδὲν τῶν βαρυτέ ρων ἐν τῇ λεπτότητι τῆς ἰδίας φύσεως καταδέχεται· ἀλλὰ πάντες ἀτμοὶ καὶ πᾶσαι ἀναθυμιάσεις ὅρον ἔχουσι τῆς ἐπὶ τὸ ἄνω φορᾶς τὴν τοῦ περιγείου ἀέρος κατὰ τὸ μέρος ἐκεῖνο παχύτητα, ἧς διαδῦναι ἐπὶ τὸ ἄνω φύσιν οὐκ ἔχει. Οὐ γὰρ ἂν ὑπολειφθείη ἐν τῷ λεπτῷ τε καὶ αἰθεροειδεῖ τῶν παχυμερεστέρων οὐδέν. Οὕτως οὖν καὶ ὀρῶν τινων ὑπερμεγεθῶν τὰς ἀκρωρείας οἱ ἱστορήσαν τες λέγουσιν ὑπερνεφεῖς μὲν εἶναι ἀεὶ καὶ ἀνεφίκτους τοῖς πνεύμασι, καὶ τοῖς πτηνοῖς ἀμήχανον τὴν ἐπ' ἐκεί νων γενέσθαι πτῆσιν, οὐχ ἧττον ἢ τοῖς ὑποβρυχίοις τὴν ἐν ἀέρι ζωὴν, ὡς διὰ πάντων σαφῶς ἀποδείκνυσθαι, εἶναί τι κατὰ τὸν ἀέρα πρὸς τὸν ὑπερκείμενον χῶ ρον μεθόριον, ὃ πᾶσι τοῖς παχυμερεστέροις τῶν ἐκ τῆς γῆς ἀναθυμιωμένων ὁρίζει τὴν στάσιν· οὗ χάριν καὶ μέχρι τῆς ὥρας τοῦ θέρους, ἄτηκτος ἡ ἐπὶ τῶν ἀκρωρειῶν διαμένει χιὼν, τῆς τῶν ἀτμῶν συστάσεως κατ' ἐκεῖνο τὸ μέρος διηνεκῶς τὸν ἀέρα καταψυχού σης. Ἀλλὰ καὶ τοὺς πυροειδεῖς ὁλκοὺς, οὕς τινες διάττοντας καλοῦσιν ἀστέρας, ἐκ τῆς αὐτῆς αἰτίας γίνεσθαι, φυσιολογοῦσιν οἱ ταῦτα σοφοὶ, ὅταν ἔκ τινων πνευμάτων βίας ὑπερχεθῇ τι τοῦ παχυτέρου καὶ ὑλωδεστέρου ἀέρος ἐπὶ τὸν αἰθέριον τόπον, εὐθὺς ἐκφλογοῦσθαι ἄνω γενόμενον· καὶ κατὰ τὴν ἐνδο θεῖσαν ἐκ τοῦ πνεύματος ὁρμὴν, τὴν φλόγα ῥέουσαν 97 φέρεσθαι· σβεσθέντος δὲ τοῦ πνεύματος, συναπομα ραίνεσθαι καὶ τὴν φλόγα. Τῷ πνεύματι τοίνυν οὐκ ἔστι δυνατὸν εἰπεῖν πάλιν ἀτμοὺς ἐν τῷ ἀφανισμῷ τοῦ νέφους συνίστασθαι· ὡς δι' ἐκείνων ἐλπίσαι, καθ' ὁμοιότητα τῶν κάτωθεν ῥηθέντων, τοῦ ἀναλη φθέντος ὑγροῦ τὴν ἐπάνοδον, ἀνάγκη συντίθεσθαι τοῖς ἐκκαίεσθαι τὸ ὑγρὸν δογματίζουσι, καὶ εἰς τὸ μὴ ὂν περιΐστασθαι. Ἀλλ' ἐγὼ τὸ μὲν ἀφανίζεσθαι τῷ ὑπερβάλλοντι φλογμῷ τὴν ἐν τοῖς ἀτμοῖς ὑγρό τητα πείθομαι, μάταιον καὶ ἐριστικὸν εἶναι κρίνων, τὸ τοῖς φανεροῖς ἀντιμάχεσθαι· ἐπεὶ δὲ προσήκει μὴ καμεῖν πανταχόθεν ἀνιχνεύοντας τὴν ἀλήθειαν, οὐδὲν ἧττον τούτων γινομένων, φημὶ τὸ μέτρον τῆς ὑγρᾶς φύσεως ἀμείωτον διασώζεσθαι, καὶ ἀεὶ τὸ δαπανώ μενον ἀντεισάγεσθαι πάντως τῷ λείποντι. Ὃ δέ μοι τὴν τοιαύτην ὑπόληψιν βεβαίαν ποιεῖ, τοῦτ' ἔστιν· Ἐν τῇ καθ' ἡμᾶς τοῦ πυρὸς ἐνεργείᾳ, τοῦτο διὰ τῆς πείρας μανθάνομεν, ὅτι οὐ πάσας τὰς ποιότητας τῆς ὕλης τὸ πῦρ ἐπιβόσκεται, ἀλλ' ἧς ἂν περιδράξηται· οἷον φέρε εἰπεῖν ἐπὶ τῆς τοῦ ἐλαίου ὕλης, ἐπειδὴ κε χώρισται τῆς ψυχρᾶς ποιότητος, ἐν τῇ ὕλῃ ταύτῃ τὸ ὑγρὸν εὐκόλως ὑπὸ τῆς θερμότητος τοῦ πυρὸς ἐξ ειλκύσθη, καὶ φλὸξ ἐγένετο. Ἀλλ' οὐ μόνον εἰς φλόγα τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἠλλοιώθη, ἀλλὰ καὶ τὸ τοῦ πυρὸς τοῦ γενομένου ἀπὸ τοῦ ἐλαίου, φησὶν, ὑγρὸν μετὰ τὸ πῦρ, ξηρὰ γίνεται κόνις· ὅπερ σαφῶς δεί κνυσιν ἡ ἐκ τοῦ λύχνου λιγνὺς καταμελαίνουσα τὸ τῆς φλογὸς ὑπερκείμενον· ὅπερ εἰ ἐπὶ πλεῖον γί γνοιτο, καὶ ὄγκος τις ὑποστρέφεσθαι τῷ διὰ τῆς λι γνύος μελαινομένῳ τόπῳ. Ὅθεν δῆλόν ἐστιν, ὅτι εἰς λεπτά τε καὶ ἀφανῆ μόρια τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἀποξηρανθὲν ἀλλοιοῦται, καὶ οὕτως ἐν τῷ ἀέρι γίνεται, κἀκεῖθεν ἐπὶ τὴν γῆν συνιζάνει. ∆είκνυσι δὲ τὸ ἐν τῷ ἀέρι τὴν λεπτομερῆ τῆς λιγνύος εἶναι διάχυσιν, ἐκ τοῦ τοὺς μυκτῆρας τῶν τὸν ἀέρα τοῦτον ἀναπνεόντων ὑπομελαίνεσθαι. Πολλάκις δὲ καὶ τὸ ἔνδοθεν ἐκ τοῦ θώρακος ἀναπτυόμενον, μέλαν ὁρᾶσθαι, διὰ τὸ τῷ χρώματι τῆς λιγνύος καὶ αὐτὸ καταχρώννυσθαι τῷ διὰ τῆς τοῦ ἀέρος ἀναπνοῆς συνεισπίπτοντι. Οὐκοῦν δῆλόν ἐστιν ἐκ τούτων, ὅτι τοῦ ἐλαίου τὸ μὲν ὑγρὸν εἰς ξηρότητα μετεποιήθη, ὁ δὲ κατὰ τὴν ὕλην ὄγκος οὐκ εἰς ἀνυπαρξίαν ἠφανίσθη διὰ τῶν λεπτῶν τε καὶ ἀφανῶν μορίων ἐνσκεδασθεὶς τῷ ἀέρι. Ὅπερ τοίνυν ἐπὶ τοῦ ὑγροῦ τούτου διὰ τῆς τῶν γινομένων ἐνεργείας ἐμάθομεν, ὅτι ἀλλοιοῦται μόνον τὸ ὑγρὸν εἰς ξηρότητα, οὐκ εἰς τὸ παντελὲς τὸ ὑλικὸν ἀφανίζεται· τοῦτό τις καὶ περὶ