14
ἅπαντα, καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσαντο. Τί τοίνυν λέγειν ὀφείλεις εὐχόμενος; Ὅπερ ἡ Χαναναία· ὡς γὰρ ἐκείνη ἔλεγεν· Ἐλέησόν με, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· οὕτω λέγε καὶ σὺ, Ἐλέησόν με, ἡ ψυχή μου κακῶς δαιμονίζεται. Μέγας γὰρ δαίμων ἡ ἁμαρτία· ὁ δαιμονῶν ἐλεεῖται· ὁ ἁμαρτάνων μισεῖται. Ἐλέησόν με. Βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος τῆς φιλανθρωπίας· ὅπου γὰρ ἔλεος, πάντα τὰ ἀγαθά. Κἂν ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με, εἰ καὶ μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ' ἀρχὴ τρόπου. Ὁ Ἱερεμίαςἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο· καὶ ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεων κατεσκεύασεν· ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, καὶ τὸν Θεὸν ὑπήκοον ἔσχε. Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου· ὅπου ἐὰν ᾖς, εὔχου. Ναὸς εἶ, μὴ ζήτει τόπον. Θάλαττα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι, καὶ μέσος ὁ Μωϋσῆς μηδὲν λαλῶν· πολλὴ γὰρ ἐν τῇ εὐχῇ ἡ στενοχωρία· καὶ λέγει αὐτῷ ὁ Θεὸς, Τί βοᾷς πρός με; Καὶ σὺ τοίνυν ὅταν πειρασμὸς ἐπέλθῃ σοι, ἐπὶ τὸν Θεὸν κατάφυγε, τὸν ∆εσπότην κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἔτι γὰρ λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐδέπω τελεῖς τὴν εὐχὴν, καὶ αὐτὸς τὴν ἴασιν δίδωσιν. Ἂν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν δικαστηρίῳ παρεστὼς, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ἐπ' ἐργαστη 63.586 ρίῳ ἑστηκὼς, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως. Τί γὰρ βούλεται τῶν χειρῶν ἡ ἔκτασις ἐν τῇ εὐχῇ; Πολλαῖς πονηρίαις διακονοῦσιν αὗται· καὶ διὰ τοῦτο κελευόμεθα αὐτὰς ἀνατείνειν, ἵνα ἡ τῆς εὐχῆς διακονία δεσμὸς αὐταῖς γένηται τῆς κακίας, καὶ ἀπαγωγὴ τῆς πονηρίας· ἵν', ὅταν μέλλῃς ἁρπάζειν, ἢ πλεονεκτεῖν, ἢ τύπτειν ἕτερον, ἀναμνησθῇς ὅτι ταύτας μέλλεις ἀντὶ συνηγόρων πρὸς τὸν Θεὸν πέμπειν, καὶ διὰ τούτων τὴν θυσίαν ἀναφέρειν ἐκείνην τὴν πνευματικὴν, καὶ μὴ καταισχύνῃς αὐτὰς, μηδὲ ἀπαῤῥησιάστους ἐργάσῃ, τῇ διακονίᾳ τῆς πονηρᾶς ἐργασίας. Κάθαιρε τοίνυν αὐτὰς ἐλεημοσύνῃ, φιλανθρωπίᾳ, προστασίᾳ τῶν δεομένων, καὶ οὕτως αὐτὰς εἰς εὐχὴν ἄγε. Εἰ γὰρ ἀνίπτοις αὐταῖς οὐκ ἐπιτρέπεις εἰς εὐχὴν, πολλῷ μᾶλλον ἁμαρτήμασιν οὐκ ἂν εἴης δίκαιος αὐτὰς μιαίνειν. Εἰ τὸ ἔλαττον δέδοικας τὸ ἀνίπτοις χερσὶν εὔχεσθαι, πολλῷ μᾶλλον τὸ μεῖζον φρίξον. Τὸ γὰρ μὲν ἀνίπτοις χερσὶ προσεύχεσθαι οὐ τοσοῦτον ἄτοπον· τὸ δὲ καταῤῥυπανθείσας αὐτὰς μυρίοις ἁμαρτήμασι προσάγειν, τοῦτο πολλὴν φέρει τὴν ὀργὴν καὶ τὸν ὄλεθρον. Βούλει μαθεῖν πόση ἡ δύναμις τῆς εὐχῆς τῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης; Ἐδέδετό ποτε ὁ Πέτρος, καὶ ἁλύσεις περιέκειτο πολλάς. Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας περὶ αὐτοῦ γινομένη· καὶ εὐθέως αὐτὸν ἀπήλλαξε τοῦ δεσμωτηρίου. Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ' ἂν τῆς εὐχῆς, ἣ τὸν στῦλον καὶ πύργον τῆς Ἐκκλησίας ὠφέλησε; Καὶ τοῖς μὲν κατηχουμένοις οὐδέπω τοῦτο ἐπιτέτραπται, ἐπειδὴ οὐδέπω πρὸς τὴν παῤῥησίαν ἔφθασαν ταύτην· ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι τῶν περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων ταύτην καὶ ἐπισκοπούντων, παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις. Καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμίς ἐστι τῆς ἐν Ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης. Εἰ γὰρ ἐπὶ ἀνθρώπων καταδίκους ἄνδρας ἀπαγομένους εἰς θάνατον, δῆμος προσελθὼν ἐξῃτήσατο, καὶ τὸ πλῆθος δυσωπηθεὶς ὁ βασιλεὺς τὴν γνώμην ἀνέθετο, πολλῷ μᾶλλον παρ' ὑμῶν ὁ ἐπουράνιος δυσωπηθεὶς βασιλεὺς παρέξει τὴν αἴτησιν. Οὐκ ἠκούσατε ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη; Πόσῳ νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσιέναι καὶ παρακαλεῖν τὸν Θεόν; Εἰ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ δεηθῆναι παῤῥησίαν οὐκ ἔχω, πολλῷ μᾶλλον ὑπὲρ ἑτέρων· τῶν γὰρ εὐδοκιμούντων ἐστὶ τοῦτο. Ὅταν οὖν καὶ αὐτὸς προσκεκρουκὼς ὦ, πῶς ὑπὲρ ἄλλου δεηθήσομαι; Ἕνα μὲν γὰρ ὑπὲρ