Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαις καὶ διακοσίαις συνέβαλον μετὰ Καίσαρος ἐν πολέμῳ, ἐν αὐτῷ τῷ ἀκρωτηρίῳ τῷ καλουμένῳ Ἀκτίῳ· καὶ νικήσας ὁ Καῖσαρ τὸν Ἀντώνιον καὶ τὴν Κλεοπάτραν ἔκτισε πόλιν, καλέσας αὐτὴν Νικόπολιν, διὰ τὸ ἐκεῖσε ἡττηθῆναι τὸν Ἀντώνιον. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀκτίου καὶ τὰς καλουμένας ἰνδικτιῶνας ἐκάλεσεν. Οὕτω γὰρ γράφει Ἡσύχιος ὁ Ἰλλούστριος· "ἰνδικτιὼν τουτέστιν ἰνακτιὼν ἡ περὶ τὸ Ἄκτιον νίκη· διὰ τοῦτο ἄρχεται μὲν ἰνδικτιὼν ἀπὸ πρώτης καὶ καταλήγει μέχρι τῆς ιεʹ· καὶ πάλιν ὑποστρέφει καὶ ἄρχεται ἀπὸ πρώτης, διὰ τὸ τὸν Ἀντώνιον συνάρχοντα γενέσθαι Αὐγούστῳ τῷ Καίσαρι μέχρι τοῦ ιεʹ χρόνου, μετὰ δὲ ταῦτα μόνος ἐκράτησεν Αὔγουστος". Μητρόπολις δὲ τοῦ θέματος πόλις ∆ωδώνη, ἐφ' ἧς ἡ δρῦς ἡ φθεγγομένη τὰ τῶν δαιμόνων μυστήρια· ἧς μνημονεύει καὶ ὁ Θεολόγος Γρηγόριος, λέγων οὕτως· "ἢ ∆ωδωναίας δρυὸς ληρήματα ἢ Κασταλίας μαντικώτατον πόμα". Ἐκεῖσε γὰρ ἦν ἡ πηγὴ Κασταλίας ὄνομα ἔχουσα ἀπὸ νύμφης τινὸς οὕτω καλουμένης καὶ ποταμοῦ, ὃν Ὅμηρος Ἀχελῷον ὀνομάζει, οὗ τὸ ὕδωρ ὑπερβαίνει ἐπὶ γλυκύτητος πάντα τὰ τῶν ποταμῶν νάματα. Καὶ ταῦτα μὲν περὶ Νικοπόλεως. ευροπ.9 Ἔνατον θέμα ∆υρράχιον ∆υρράχιον, ἥ ποτε Ἐπίδαμνος· ὑπὸ κονσιλαρίου, πόλεις θʹ· Σκάμπτα, Ἀπολλωνία, Βούλλις, Ἀμαντία, Πουλχεριόπολις, Αὐλών, Λίστρων, Σκεύπτων, Αὐλίνιδος μητρόπολις. Ἐπαρχία ∆ακίας μεσογαίου· ὑπὸ κονσιλαρίου, πόλεις εʹ· Πανταλία, Γερμαή, Ναισός, ἡ πατρὶς τοῦ μεγάλου Κωνσταντίνου, Ῥεμεσιάνα. Ἐπαρχία [τῇ παλαιᾷ] ***· ὑπὸ κονσιλαρίου, πόλεις εʹ. Ἐπαρχία ∆αρδανίας· ὑφ' ἡγεμόνα, πόλεις γʹ. Ἐπαρχία Πανονίας· ὑπὸ τὸν αὐτόν, πόλεις βʹ. Καὶ ὧδε μὲν ἐπαρχία τῆς νέας Ἠπείρου, τουτέστι τοῦ ∆υρραχίου, τοῦ πάλαι καλουμένου Ἐπιδάμνου. Ῥητέον δὲ περὶ τῆς ὀνομασίας αὐτοῦ πόθεν καλεῖται ∆υρράχιον. "∆υρράχιον πόλις [Ἑλληνικὴ] Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ὑπὸ Ἐπιδάμνου τοῦ ἀρχαίου ἥρωος· τούτου θυγάτηρ Μέλισσα, ἧς ἠράσθη Ποσειδῶν καὶ ἀφ' ἧς ὁ ∆υρράχιος. Ἔστι τόπος ἐν Ἐπιδάμνῳ Μελισσόνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν", ὡς Φίλων. "Μετὰ δὲ τὸν Ῥιζόνικον Λισσός ἐστι πόλις, καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος, Κερκυραίων κτίσμα, ἡ νῦν ∆υρράχιον ὁμωνύμως τῇ Χερρονήσῳ λεγομένη, ἐφ' ἧς ἵδρυται", ὡς [Φίλων] Στράβων γράφει. ∆έξιππος δ' ἐν Χρονικῶν δεκάτῳ, Μακεδονικὴν πόλιν αὐτὴν καλεῖ, γράφων οὕτως· "καὶ Μακεδόνων Ἐπίδαμνον, ἐσύστερον ∆υρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα οὖσαν, κατὰ κράτος αἱροῦσιν". Ἕως ὧδε ὁ μερισμὸς τῆς βασιλείας ἐγένετο τοῦ κρατοῦντος βασιλέως τὸ Βυζάντιον, τὰ δὲ ἀντίπερα, ἅπερ Ἰώνιος κόλπος, τῷ βασιλεύοντι τῆς Ῥώμης ὑπήκοα. Οὕτω γὰρ ἐμέρισεν ὁ μέγας βασιλεὺς Κωνσταντῖνος τοῖς τρισὶν υἱέσιν αὑτοῦ, Κωνσταντίνῳ καὶ Κώνσταντι καὶ Κωνσταντίῳ· τῷ μὲν πρώτῳ υἱῷ τὰς ἄνω Γαλλίας καὶ τὰ ἐπέκεινα Ἄλπεων ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ ἐς αὐτὴν πόλιν τὴν Κάνταυριν· τῷ δὲ Κώνσταντι τῷ ὑστάτῳ υἱῷ τὴν Ῥώμην καὶ τὰς κάτω Γαλλίας, τήν τε νῆσον Σαρδὼ καὶ αὐτὴν Σικελίαν καὶ τὴν ἀντίπερα Λιβύην Καρχηδόνα τε [καὶ] τὴν τῶν Ἄφρων μητρόπολιν καὶ ἕως Κυρήνης αὐτῆς· τῷ δὲ Κωνσταντίῳ τὰ ἀπὸ τοῦ ∆υρραχίου καὶ αὐτὸ τὸ Ἰλλυρικὸν τὴν Ἑλλάδα τε καὶ τὰς ἐπέκεινα νήσους τάς τε Κυκλάδας καὶ τὰς καλουμένας Σποράδας καὶ ἕως Ἑλλησπόντου, τήν τε καλουμένην μικρὰν Ἀσίαν, ἀμφοτέρας τε καὶ Συρίας καὶ Παλαιστίνην καὶ τὴν Κιλικίαν καὶ αὐτὴν Αἴγυπτον. Ἡ γὰρ Λιβύη τῷ τῆς Ῥώμης ὑπέκειτο βασιλεύοντι. Καὶ οὕτως μὲν ὁ παλαιός τε καὶ [ὁ] πρῶτος μερισμὸς τῆς βασιλείας Ῥωμαίων. Ἡ δὲ ∆αλματία τῆς Ἰταλίας ἐστὶχώρα· ἐξ οὗπερ ἐβλάστησεν ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος καὶ ἀσεβέστατος βασιλεὺς ∆ιοκλητιανός, ἀπό τινος χωρίου καλουμένου Σαλῶναι, ἐν ᾧ ἔστιν ὕδωρ πότιμον καὶ γλυκύτατον ὑπὲρ πάντα τὰ ὕδατα, ὥς φασιν οἱ γευσάμενοι. ευροπ.10 ∆έκατον θέμα Σικελία Νῆσός ἐστι