κληθήσεταί σοι σπέρμα·" καὶ, ὅτι "Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·" δηλοῖ δὲ τὸ, "ἐν Ἰσαὰκ," τὸ κατ' ἐπαγγελίαν. Οὐκοῦν πατὴρ τέθειται πολλῶν ἐθνῶν, τῶν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ· καὶ περὶ αὐτῶν ἔφη που Θεὸς, καὶ διὰ φωνῆς τοῦ Ἰεζεκιήλ· "Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος."(A f. 52 b, H f. 156) Ἵνα δὲ καὶ ἔτι μειζόνως ὠφελῇ τοὺς ἀκροωμένους ὁ μακάριος Βαπτιστὴς, προσεπάγει τι καὶ ἕτερον· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν δρων κεῖται. (A f. 52 b, H f. 156) Ἢ ἀξίνην ἐν τούτοις ὀνομάζει τὴν τομωτάτην ὀργὴν, ἣν τοῖς Ἰουδαίοις ἐπήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ, τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα· ἐπενήνεκται γὰρ αὐτοῖς ὡς πέλεκυς, 72.517 ἡ ὀργή. Καὶ τοῦτο ἡμῖν ὁ προφήτης Ζαχαρίας φανερὸν ἐποίει, λέγων· "Ἔσται ὁ κοπετὸς τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομέ νου." Ἔφη δὲ καὶ Ἱερεμίας, ὡς πρὸς αὐτήν· "Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ' αὐτὴν, ἠχρειώ θησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά." Εἰς τοῦτο λήψῃ καὶ τὴν ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς συκῆς παραβολήν. Οὐκοῦν ὡς ἄκαρπον καὶ οὐκ εὐγενὲς ἔτι φυτὸν ἐξεκόπη παρὰ Θεοῦ· πλὴν οὐκ εἰς τὴν ῥίζαν τὴν ἀξίνην τεθεῖσθαί φησιν, ἀλλὰ πρὸς τὴν ῥίζαν, τουτέστιν ἐγγὺς τῆς ῥίζης. Ἐξεκόπησαν γὰρ οἱ κλάδοι, καὶ οὐκ ἐκ ῥίζης αὐτῆς ἀνεβοθρεύθη τὸ φυτόν· σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐχ ὁλόῤῥιζος ἀπόλωλεν. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι. (A f. 53, H f. 157 b) Τρία τάγματα εἰσήγαγε Λουκᾶς ὁ μακάριος, πυνθανόμενα τοῦ Ἰωάννου, ὄχλους, τελώνας, στρατιώτας τὸ τρίτον· καθάπερ δέ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τῶν παθῶν τὸ πρόσφορόν τε καὶ εἰκὸς ἐπιφέρει βοήθημα, οὕτως καὶ ὁ Βαπτιστὴς ἑκάστῳ τῶν ἐπιτηδευμάτων τὸν ἐπωφελῆ καὶ πρέποντα λόγον ἐδίδου· τοῖς μὲν ὄχλοις βαδίζουσιν εἰς μετάνοιαν, φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κελεύων· τελώναις δὲ, τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδόν· τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν, πανσόφως ἐπιφωνῶν, ἀρκεῖσθαι δὲ τοῖς ὀψωνίοις. Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομέ νων πάντων ἐν καρδίαις αὑτῶν περὶ τοῦ Ἰωάννου, κ.τ.λ. (A f. 53 b, Ε f. 155, F f. 786, H f. 159) Οὕτως ἦν ἀξιάγαστος καὶ μέγας ὁ Ζαχαρίου παῖς, ὡς εἰς τοῦτο ὑπονοίας ἐλθεῖν τοὺς τῶν Ἰουδαίων δήμους, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστὸς, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενος, καὶ διὰ προφητῶν ἁγίων προκεκηρυγμένος. Ἐπειδὴ δὲ ἅπαξ εἰς τοῦτο ὑπο οίας προῆλθόν τινες, ἀποκείρει ὑποψίαν, ∆εσποτικοῖς ἀξιώμασι ὡς οἰκέτης παραχωρῶν· ἀμέτρητον γὰρ τὸ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων. Καί που ταῦτα λέγοντα τὸν ἱερὸν εὑρήσομεν Βαπτιστὴν ἐν τῇ κατὰ τὸν Ἰωάννην εὐαγγελικῇ συγγραφῇ· ἔφη γὰρ οὕτως· "Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε, ὅτι εἶπον ὡς οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου." Ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι λέγων· Ἐγὼμὲν ὕδατι βαπτίζω ὑμᾶς, κ.τ.λ. (A f. 53 b, Ε f. 155, F f. 786, H f. 159 b) Ἀποφήνας τοίνυν ἑαυτὸν οὐκ ὄντα Χριστὸν, ἐπιφέρει λοιπὸν ἀποδείξεις, δι' ὧν ἔστι μαθεῖν, ὡς ἀμέτρητόν τι μεταξὺ διαφαίνεται Θεοῦ καὶ ἀνθρώπων, δούλου καὶ ∆εσπότου, τοῦ προβαδίζοντος οἰκετικῶς, καὶ τοῦ θεοπρεπῶς ἀναλάμποντος· εἴπερ ὑπάρχων τοσοῦτος εἰς ἀρετὴν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἄξιον ἑαυτὸν εἶναί φησιν, οὐδ' ὅσον εἰπεῖν τοῦ ἀποθίγειν τῶν ὑποδημάτων αὐτοῦ. Εἶτα τούτοις ἑτέραν ἀπόδειξιν 72.520 εὐθὺς ἐπιφέρει· "Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερ κειμένης οὐσίας, τὸ ἐνιέναι δύνασθαί τισι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν τοὺς προσιόντας αὐτῇ· ἐνυπάρχει δὲ τοῦτο, οὐ κατὰ λῆψιν καὶ μέθεξιν τὴν