1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

15

ὕστατόν σ' ὁρῶσα νῦν προσφθέγγομαι, ὃν μήποτ' αὐτὴ φύσασ' ὤφελον νέκυν τανῦν ἰδέσθαι φθίμενόν σ' ὑπ' ἀνόμων. ∆ὸς ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. Ὦ φιλτάτη χείρ, ἧς ἐγὼ πόλλ' εἰχόμην προσειχόμην θ' ὡς κισσὸς ἔρνεσι δρυός. Ὦ φίλον ὄμμα, φίλτατον δέ μοι στόμα καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς Τέκνου· ὦ γλυκυτάτη προσβολὴ τῶν χειλέων· ὦ θέσκελος χρώς, πνεῦμά θ' ἥδιστον Τέκνου· ὦ θεῖον ὀδμῆς ἆσθμα· καὶ γὰρ ἐν κακοῖς οὖσ' ᾐσθόμην σου κἀνεκουφίσθην κέαρ. Τί σ' ὧδ' ἀτίμως ἠθέλησας τεθνάναι; τί τὴν τεκοῦσαν μητέρ' ὀρφανὴν σέθεν τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον. Θανεῖν με κρεῖττον ἢ θανόντα σε βλέπειν. Πῶς ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος ἕξω παρηγόρημα; πῶς δ' οἴσω μένειν; Ὦ χρωτὸς ἡδὺ πνεῦμα· μάτην ἄρα σε ἔθρεψε, Τέκνον, μαζὸς οὑμὸς σπαργάνοις; μάτην δ' ἐμόχθουν καὶ κατεξάνθην πόνοις ἀρχῆς ἀπ' ἄκρης σῶν ξένων γενεθλίων; Ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ' εἰς ᾅδου μολών, Παγκράτορος Παῖ, τῆς ἐμῆς ἥψω φρενός. Ἐκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν. Ὕβρις μέν, ἥγ' ἔσφηλε πάντων μητέρα καὶ πατέρα πρώτιστον, ὃς βροτῶν γένος ἔσπειρε κἀξήμησε κάλλιστον θέρος, τεκεῖν μ' ἔθηκε παραδόξως σ', ὦ Τέκνον, εὔδοξον, ὡς ἔδοξε σῷ Γεννήτορι, πρὶν ἢ γενέσθαι κἀμὲ καὶ πᾶσαν κτίσιν. Κἀπεὶ δ' ἐτέχθην, Πατρός, οἶμαι, σοῦ κρίσει τρέφειν με πατὴρ οὐ βροτείαν ἐσχάραν μήτηρ τ' ἔδωκεν ἱεροὺς ἀμφὶ δόμους· ἔνθ' ἐκτραφεῖσαν χειρὸς ἀγγέλου ξένως εἰς καιρὸν ἀνδρὶ σώφρον' ἐκδέδωκέ με γερουσία ξύμπασα, τηρεῖν ἐννόμως, οὐκ ἀθεεὶ καὶ τοῦτο, θείᾳ δὲ κρίσει, ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω καὶ παιδαγωγὸν Παιδός, οὗ γονῆς ξένος. Μένω γὰρ αὖθις παρθένος τεκοῦσά σε αὐτή θ' ἑαυτὴν οἶδ' ὅπως ἁγνὴ μένω, σύ τ' αὐτὸς οἶδας, ὡς τὰ πάντ' εἰδὼς σαφῶς. Σοῦ δ' ἐξ ἐμοῦ τεχθέντος, ἐκ Πατρὸς Θεοῦ, οὐκ εὐπρεπεῖς ἔθεντο πολλοί μοι λόγους, ψευδῶς τεκεῖν βάζοντες ἔκ τινος βροτῶν. Κοὐκ ἤρκεσάν μοι ταῦθ' ὑβρισθῆναι μόνον, ἀλλ' ἔδραμον φεύγουσα κεἰς Αἰγυπτίαν ἔτλην τε πολλὰ καὶ κατεξάνθην πόνοις. Ἀλλ' εἶδον ἐξαίσια σοὶ πεπραγμένα, καὶ πάντα συμβάλλουσα καὶ θαμβουμένη, οὐ θνητὸν ᾤμην σ' οὐδ' ἐδείμαινον θανεῖν· ἀλλά σε πατρὸς Ἀβραὰμ σύνθημά τι πρέσβευμά θ' αἵ τε μυρίαι γερουσίαι ὅρκος θ', ὃν ὤμοκας πρὶν εἰς σωτηρίαν, θανεῖν ἔπεισαν κἀπικουρῆσαι γένει. Ἐντεῦθεν ἔτλης καὶ τόκον τε καὶ πότμον· κἀγὼ δὲ μισθὸν τῶν ἀφερτάτων πόνων ἐν ἀγκάλαις κρατοῦσα νεκρόν σ', ὦ Τέκνον, θρηνῶ γε πικρῶς καὶ στένω καὶ δακρύω· θρηνῶ, σοφιστὴν δ' ἄλλον οὐκ ἐπάξομαι. Πέπλοις δ' Ἰωσὴφ εὐπρεπῶς σ' ἀμφιάσαι ἕτοιμός ἐστι, πρὸς δὲ καὶ τεῦξαι τάφον καὶ ξυγκενῶσαι μυρίων μύρων χλιδήν, ἣν Νικόδημος ἦλθεν εὐψύχως φέρων, βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις· τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι; Τὰ δ' ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν, οὓς πάντας αὐτός, ὡς σκυλεύματ' ἐξάγοις ἄϊδος οὓς καθεῖρξεν, οὓς συνήρπασε, κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης. Μυστηρίων δὲ τῶνδ' ἀπορρήτων φανὰς ἔδειξε πατήρ, παῖδ' ἀποσφάξας μόνον· ἔφη τε μύστης αὐτανέψιος σέθεν, μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων, ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ, σεμνὸν πολίτην, κἀπὶ πλείστων ἄνδρ' ἕνα φανέντα φοῖβον, γυμνόν, ἄσιτον, μόνον· τροφῇ δ' ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος, ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος, μόνοις δ' ἀποτρόπαιον οἷς πέμφιξ χλιδή, αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον, ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία, ῥείθροισιν ὠκὺς ἔνθ' Ἰορδάνης ῥέει. Ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας τρισημερεύσας ἐν βυθῷ θεοπρόπος. Καὶ ταῦτα μανθάνουσα, τέρψιν ἐμφέρω, καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος. Οὕτως ἄρ' ἔτλης, Τέκνον, ἤδη τὸν μόρον, κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι, σπεύσαντι θανεῖν κἀπικουρῆσαι βροτοῖς. Ἀλλ' οὐκ Ἰούδας, οὐδ' ὁ τάλας Πιλάτος διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει ἔκδικον ὄμμα Πατρὸς ἀμυντήριον, πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον. Ἔδρας, ἔδρασας, μὴ δόκει λεληθέναι, Πόντιε, δίκης ὄμμα πανδερκέστατον, κἂν χεῖρας ἀπένιζες, ὡς ἔξω φόνου· ὡς χὠ προδοὺς ἔρριψε