15
πολλῶν ἀξιοῦν, σφόδρα τολμηρὸν καὶ πολλῆς δεόμενον παῤῥησίας· πολλοὺς δὲ ὁμοῦ συνελθόντας, ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικὸν φανήσεται. Εὔξασθαι μὲν γὰρ καὶ ἐπὶ τῆς οἰκίας δυνατόν· οὕτω δὲ εὔξασθαι, ὡς ἐπὶ τῆς ἐκκλησίας, ἀδύνατον, ὅπου πατέρων πλῆθος τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν Θεὸν ὁμοθυμαδὸν ἀναπέμπεται. Οὐχ οὕτως ἀκούῃ κατὰ σαυτὸν τὸν ∆εσπότην παρακαλῶν, ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν. Ἐνταῦθα γάρ ἐστι τὸ πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία, καὶ τῆς ἀγάπης ὁ σύνδεσμος, καὶ αἱ τῶν ἱερέων εὐχαί. ∆ιὰ γὰρ τοῦτο ἱερεῖς παρεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τού 63.587 των ἐπιλαβόμεναι, ὁμοῦ συνέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν. Εἰ γὰρ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ, καὶ τὸν στύλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου· πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπέ μοι; Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια· ἀλλ' ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστηκότας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὠφελεῖν δυνήσεται. Καὶ γὰρ Μωϋσῆς, εἰ καὶ μὴ παρῆν τῷ σώματι τοῖς πολεμοῦσιν, οὐδὲν ἔλαττον τῶν πολεμούντων, ἀλλὰ καὶ πολλῷ πλέον εἰς τὴν μάχην συνετέλεσεν ἐκείνην τῇ τῶν χειρῶν ἐκτάσει τὰ πράγματα τῶν οἰκείων ἐπαίρων, καὶ φοβερὰ τοῖς ἐναντίοις ποιῶν. Οὐδὲν γὰρ κατόρθωμα σφόδρα μέγα εἶναι δύναιτ' ἂν, ὅταν μὴ τὸ κέρδος καὶ εἰς ἑτέρους διαδιδῶ. Κἂν γὰρ ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάζῃ. Καὶ γὰρ τῷ Μωϋσεῖ πολλὰ καὶ μεγάλα εἰργάσθη θαύματα καὶ σημεῖα· ἀλλ' οὐδὲν οὕτως αὐτὸν μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνὴ, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε λέγων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Καὶ ὁ ∆αυῒδ δὲ τὸ αὐτὸ τοῦτο ἐνδεικνύμενος, ἔλεγεν· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ἐκακοποίησα· καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Μεγάλα μὲν οὖν καὶ ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολιτείας· τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολὴν πρὸς ταῦτα· τῆς γὰρ δόξης τῆς μελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς ἑτέρων σωτηρίας. Ὁ δὲ Ἰωνᾶς ἐπειδὴ τὸ ἑαυτοῦ συμφέρον ἐζήτησε, καὶ ἀπολέσθαι ἐκινδύνευσε, καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ κατεποντίζετο. Μεγάλα μὲν οὖν καὶ τὰ ἄλλα τῆς τοῦ Μωϋσέως ἀρετῆς κατορθώματα· τὸ δὲ κεφάλαιον καὶ ἡ κορωνὶς τῆς ἁγίας ψυχῆς ἐκείνης, ὅτι ἐξαλειφθῆναι εἵλετο τῆς βίβλου ὑπὲρ τῆς σωτηρίας τῶν Ἰουδαίων. Τὸ δὲ τοῦ Παύλου ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Ὁ μὲν γὰρ συναπολέσθαι ἑτέροις ᾑρεῖτο· οὗτος δὲ οὐ συναπολέσθαι, ἀλλ' ἑτέρων σωζομένων αὐτὸς ἐκπεσεῖν ηὔχετο τῆς δόξης τῆς ἀπεράντου. Καλὸν οὖν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ' ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν· ὡς, ἂν μὴ τοῦτο προσῇ, οὐδὲ ἡ ἑτέρων ὀνίνησι βοήθεια, ἀλλὰ καὶ μετ' ἐκείνης ἀπολλύμεθα. Τί γὰρ ὠφέλησεν Ἱερεμίας τοὺς Ἰουδαίους; οὐχὶ τρίτον προσῆλθε τῷ Θεῷ, καὶ τρίτον ἤκουσε, Μὴ προσεύχου, καὶ μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Τί ὠφέλησε τὸν Σαοὺλ ὁ Σαμουὴλ, μέχρις ἐσχάτης ἡμέρας εὐχόμενος, καὶ πενθῶν περὶ αὐτοῦ; Τί δαὶ καὶ τοὺς Ἰσραηλίτας ὠφέλησεν; οὐχὶ ἔλεγεν, Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν διαλείποντα εὐχόμενον ὑπὲρ ὑμῶν; οὐχὶ πάντες ἀπώλοντο; Ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· Ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ ∆ανιὴλ, οὐκ ἐξελοῦνται τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας, ἐπειδὴ ὑπερίσχυσεν ἡ κακία αὐτῶν. Τί οὖν; οὐδὲν ὠφελοῦσιν αἱ εὐχαί; Ὠφελοῦσι καὶ μεγάλα, ἀλλ' ὅταν καὶ ἡμεῖς συμπράττωμεν. Καὶ εἰ βούλει μαθεῖν ὅσα ὠφέλησαν, ἐννόει μοι τὸν Κορνήλιον, τὴν Ταβιθά· ἄκουε δὲ καὶ τοῦ Θεοῦ λέγοντος· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Ἀλλὰ πότε; ἐπὶ Ἐζεκίου τοῦ δικαίου. Ἐπεὶ εἴ γε ἴσχυον εὐχαὶ καὶ ἐπὶ τῶν σφόδρα πονηρῶν, διὰ τί μὴ καὶ ὅτε ὁ Ναβουχοδονόσορ ἦλθεν, εἶπε τοῦτο ὁ Θεὸς, ἀλλ' ἐξ 63.588 έδωκε τὴν πόλιν; Ἐπειδὴ μεῖζον ἴσχυσεν ἡ πονηρία. Καὶ