παρ' ἑτέρου τινὸς, ἀλλ' οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν ἁγίῳ Πνεύματι. Θεὸς οὖν ἄρα ἐστὶ, καὶ καρπὸς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ' ἔδρα τοῦτο καὶ ὅτε γέγονεν ἄνθρωπος, εἶς ὢν Υἱὸς μετὰ τῆς ἀῤῥήτως τε καὶ ἀπερινοήτως ἑνωθεί σης αὐτῷ σαρκός. Καὶ γοῦν ὁ μακάριος Βαπτιστὴς προειπὼν, "Οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω τὸν σφαιρω τῆρα τῶν ὑποδημάτων (οὕτω δὲ εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος, τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ χρῶνται οἱ βάρβαροι), προσεπήνεγκεν εὐθύς· "Οὗτος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·" καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων. Οὐ γάρ τοι φαίη τις ἂν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ' ἡμᾶς, πόδας εἶχε καὶ ὑποδήματα· ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν, ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄν θρωπος ὁ αὐτός. Ἀλλὰ, Ναὶ, φησὶν, ἐνήργηκεν ὁ Λόγος τὰ θεοπρεπῆ διὰ τοῦ ἐκ σπέρματος ∆αβίδ. Οὐκοῦν ἀντεροῦμέν σοι ταῦτα λέγοντι, τοῦ Ἰωάννου τὰ ῥήματα· ἔφη γάρ που πρὸς Ἰουδαίους· "Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, αὐτός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς καταβαῖ νον τὸ Πνεῦμα, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ· κἀγὼ ἑώρακα καὶ με μαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ." Ἰδοὺ δὲ, σαφῶς ἄνδρα λέγων, πρὸ αὐτοῦ γενέσθαι φησὶ, καὶ εἶναι πρῶτον αὐτοῦ, προϋπάρχοντα δηλονότι θει κῶς, κατά γε τὸ παρ' αὐτοῦ σαφῶς εἰρημένον τοῖς Ἰουδαίων δήμοις· "Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμγενέσθαι, ἐγώ εἰμι·" εἶτα πρὸς τούτῳ καὶ κατα βῆναί φησιν ἐπ' αὐτὸν τὸ Πνεῦμα ἐξ οὐρανοῦ. Ἆρ' ἐπὶ γυμνὸν καὶ ἄσαρκον ἔτι τὸν τοῦ Θεοῦ Λόγον κα ταβῆναί φασι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸν τοῦ Πνεύ ματος χορηγὸν, τοῦ ἰδίου Πνεύματος μέτοχον ἀπο φαίνουσιν; Ἢ μᾶλλον ἐκεῖνό φασιν, ὅτι τὸ Πνεῦμα λαβὼν ἀνθρωπίνως, βαπτίζει θεϊκῶς ἐν ἁγίῳ Πνεύματι, καὶ ἔστιν αὐτὸς ὁ εἷς τε καὶ μόνος, καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς αὐτὸς μεμαρτύρηκεν ὁ μακάριος Βαπτιστής; (A f. 54 b, Ε f. 157, F f. 788, H f. 162) Ῥητέον καὶ οὕτως· Τάχα δὲ τῇ τοῦ Πνεύματος σημασίᾳ, τὴν τοῦ πυρὸς συνέδησεν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἐν πυρὶ πάντας βαπτισθήσεσθαι λέγων ἡμᾶς διὰ Χριστοῦ, ἀλλὰ τὴν τοῦ Πνεύματος ἐνέργειαν τὴν ζωοποιὸν διὰ τῆς τοῦ πυρὸς σημασίας σημαίνων· ἐκ γὰρ τῆς διαφόρου περὶ τὸ ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τὸ ἓν Πνεῦμα τὰς προσηγορίας. 72.521 ∆ιακαθαριεῖ τὴν ἅλωνα αὑτοῦ. (A f. 56, Ε f. 158 b, F f. 789, H f. 168) Ἰδοὺ δέ φησιν ὁ μακάριος Βαπτιστὴς, Χριστῷ διαφέρειν ὡς ∆εσπότῃ τὴν ἅλωνα· τοῦτο γὰρ σημαίνει τὸ αὐ τοῦ. Οὕτω γὰρ αὐτὴν καθαίρει, διιστὰς καὶ δια κρίνων ἀπὸ τοῦ σίτου τὸ ἄχυρον. ∆ιανομέα τε καὶ οἱονεὶ σημάντορα τῶν ἑκάστῳ πρεπόντων, ὀφθήσε σθαι λέγει, ὡς τὸν μὲν δίκαιόν τε καὶ ἀγαθὸν, σί του δίκην ταῖς οὐρανίαις εἰσκομίζειν αὐλαῖς, πυρὸς δὲ ποιεῖσθαι τροφὴν, ἀχύρου τρόπον ἀποτιναχθέντα τὸν ἄδικον. Ὁ μὲν γὰρ σῖτος, φησὶ, εἰς ἀποθήκην εἰσκομίζεται, τουτέστιν ἀσφαλείας ἀξιοῦται τῆς παρὰ Θεοῦ, φειδοῦς τε καὶ φυλακῆς καὶ ἀγάπης· τό γε μὴν ἄχυρον ὡς ἄχρηστος ὕλη, πυρὶ δαπανᾶται. (A f. 56 b, Ε f. 158 b, F f. 789 b, H f. 168 b) Ἄκουε δὲ τί καὶ διὰ Ἱερεμίου φησὶν ὁ Θεὸς, σύγκρισιν προφητῶν καὶ ψευδοπροφητῶν ποιούμενος· "Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;" ἤγουν ἡ κουφολογία πρὸς τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ παρὰ Θεοῦ λόγος τροφιμωτάτην ἔχει τὴν δύναμιν· ὁ δὲ τῶν ἀνοσίων ψευδοδιδασκάλων, εὐδιαθρυπτότατός τε καὶ ἀχυρώδης ὑπάρχων, οὐδεμίαν τοῖς ἀκροωμένοις ἐμποιεῖ τὴν ὄνησιν. Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχο μένου, ἀνεῳχθῆναι τὸν οὐρανόν. (Ε f. 163, F f. 793) Βαπτίζεται δὲ ὁ Ἰησοῦς εὐ λογῶν τὰ ὕδατα