16
Μετὰ τὴν ἄναρχον καὶ ἀγένητον θεοῦ τοῦ παμβασιλέως οὐσίαν τὴν οὐκ ἄλλοθεν
ἢ ἐκ τοῦ πατρὸς γεγεννημένην ἀρχὴν πρωτότοκόν τε οὖσαν καὶ συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς πρὸς αὐτόν τε ἀπεικονισμένην διδά7.15.2 σκουσι. ταύτην δὲ τῶν μετὰ ταῦτα γενητῶν ἁπάντων πρωτεύειν, παρ' ὃ καὶ εἰκόνα θεοῦ αὐτὴν καὶ θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν καὶ θεοῦ λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου «μεγάλης» τε «βουλῆς ἄγγελον» 7.15.3 ἀποκαλεῖν εἰώθασι. τὰς δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους ἕνεκα τῆς τε κατ' εἶδος διαφορᾶς, πλὴν ὅσον ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ 7.15.4 δὴ οὐρανοῦ ἔνδον ὑφ' ἑαυτῷ τὰ σύμπαντα περιειληφότος. «ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη σελήνης καὶ ἄλλη δόξα ἀστέρων» φησὶν ὁ θεῖος ἀπό7.15.5 στολος· «ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ». ταύτη πη τοιγαροῦν καὶ τὸν ἐν ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις κόσμον χρὴ νοεῖν, τὰ πάντα μὲν ἀθρόως ἀπολαβούσης τῆς ἀνεκφράστου καὶ ἀπειρομεγέθους δυνάμεως τοῦ θεοῦ τῶν ὅλων, δευτερευούσης δὲ μετὰ τὸν πατέρα τῆς δημιουργικῆς ὁμοῦ καὶ φωτι στικῆς δυνάμεως τοῦ θείου λόγου διὸ καὶ φῶς ἀληθινὸν καὶ δικαιοσύνης 7.15.6 ἥλιον Ἑβραίοις φίλον αὐτὸν ὀνομάζειν, τρίτης δὲ ἤδη μετὰ τὴν δευτέραν οὐσίαν ἐν χώρᾳ σελήνης καθισταμένης τοῦ ἁγίου πνεύματος, ὃ καὶ αὐτὸ ἐν τῇ πρώτῃ καὶ βασιλικῇ τῆς τῶν ὅλων ἀρχῆς ἀξίᾳ καὶ τιμῇ καταλέγουσιν, εἰς ἀρχὴν τῶν μετὰ ταῦτα γενητῶν, λέγω δὲ τῶν ὑποβεβηκότων καὶ τῆς παρ' αὐτοῦ χορηγίας ἐπιδεομένων, καὶ αὐτοῦ πρὸς τοῦ τῶν ὅλων 7.15.7 ποιητοῦ κατατεταγμένου. ἀλλὰ τοῦτο μέν, τρίτην ἐπέχον τὴν τάξιν, τοῖς ὑποβεβηκόσι τῶν ἐν αὐτῷ κρειττόνων δυνάμεων ἐπιχορηγεῖ, οὐ μὴν ἀλλὰ καὶ ἀντιλαμβάνει παρ' ἑτέρου τοῦ ἢ παρὰ τοῦ θεοῦ λόγου, τοῦ δὴ καὶ ἀνωτέρω καὶ κρείττονος, ὃν δὴ δευτερεύειν ἔφαμεν τῆς ἀνωτάτω καὶ ἀγενήτου φύσεως θεοῦ τοῦ παμβασιλέως· παρ' οὗ δὴ καὶ αὐτὸς ἐπιχορηγούμενος ὁ θεὸς λόγος καὶ ὥσπερ ἐξ ἀενάου πηγῆς θεότητα ἀναβλυστανούσης ἀρυτόμενος τοῖς πᾶσιν ὁμοῦ καὶ δὴ καὶ αὐτῷ τῷ ἁγίῳ πνεύματι, μᾶλλον ἁπάντων αὐτῷ προσεχεῖ καὶ ἐγγυτάτω ὄντι, ταῖς τε μετὰ τοῦτο νοεραῖς καὶ θείαις δυνάμεσιν ἀθρόως καὶ ἀνεπιφθόνως τῶν τοῦ οἰκείου 7.15.8 φωτὸς μαρμαρυγῶν μεταδίδωσι. τὴν δὲ τῶν ὅλων ἀγένητον ἀρχήν, ἀγαθῶν ἁπάντων οὖσαν πηγὴν θεότητός τε καὶ ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ πάσης ἀρετῆς αἰτίαν καὶ πρώτην γε οὖσαν τῶν πρώτων καὶ ἀρχῶν ἀρχήν, μᾶλλον δὲ καὶ ἀρχῆς καὶ πρώτου καὶ πάσης ῥητῆς τε καὶ καταληπτῆς ἐπινοίας ἐπέκεινα, τὰ μὲν πάντα, ὅσα περ ἐν ἀρρήτοις δυνάμεσι περιείληφε, τῷ πρώτῳ γεννήματι κοινωνεῖν μόνῳ, ὡς ἂν μόνῳ οἵῳ τε χωρεῖν καὶ ἀποδέχεσθαι τὴν τοῖς ἄλλοις οὐκ ἐφικτὴν οὐδὲ χωρητὴν τοῦ πατρὸς τῶν ἀγαθῶν 7.15.9 ἀφθονίαν. τὰ δ' ἐν μέρει τοῖς κατὰ μέρος ἀξίοις διὰ τῆς τοῦ δευτέρου διακονίας τε καὶ μεσιτείας κατὰ τὸ ἑκάστῳ ἐφικτὸν ἐμπαρέχειν· ὧν τὰ τέλεια καὶ ἄκρως ἅγια τῷ τρίτῳ μὲν ἀφ' ἑαυτοῦ, ἄρχοντι δὲ καὶ ἡγουμένῳ τῶν μετέπειτα, διὰ τοῦ υἱοῦ τὰ παρὰ τοῦ πατρὸς ἐπικομιζομένῳ δεδωρῆ7.15.10 σθαι. ἔνθεν οἱ πάντες Ἑβραίων θεολόγοι μετὰ τὸν ἐπὶ πάντων θεὸν καὶ μετὰ τὴν πρωτότοκον αὐτοῦ σοφίαν τὴν τρίτην καὶ ἁγίαν δύναμιν, ἅγιον πνεῦμα προσειπόντες, ἀποθειάζουσιν, ὑφ' οὗ καὶ ἐφωτίζοντο θεοφορού7.15.11 μενοι. ἑξῆς δὲ οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ «ἀστέρα» φασὶν «ἀστέρος διαφέρειν ἐν δόξῃ.» θνητῇ μὲν οὖν φύσει οὐκ ἔστιν ἀριθμὸν ἄστρων δυνατὸν εὑρεῖν, πλὴν ἀλλὰ τὸν παμβασιλέα θεὸν τὰ Ἑβραίων φασὶ λόγια καὶ τῆς κατ' οὐρανὸν στρατιᾶς τὰ πλήθη καὶ τὰς προσηγορίας μὴ ἀγνοεῖν· διὸ παρ' αὐτοῖς λέγεσθαι· «ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα 7.15.12 καλῶν». οὕτω δὴ μετὰ τὰ πρῶτα τῶν ἐν