ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε. Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ τοῦ Χαλκίτου καὶ εὐφημία τοῦ Ἀνδρονίκου ἄκοντος εἰς βασιλέα, ὡς ἂν καὶ αὐτοὶ καὶ ἐκεῖνος εἴποιεν· εἶτα καὶ βία εἰς ἐκεῖνον, ὡς «καὶ μὴ ἐθέλων ἀρχηγὸς ἡμῶν γενοῦ», καὶ περίθεσις παρασήμων τῇ βασιλείᾳ πεδίλων, ἐκείνου μὴ καθιστῶντος τοὺς πόδας, καὶ περίδυσις διαδήματος καὶ ῥίψις μὲν καπνικοῦ καλύμματος τοῦ περὶ κεφαλήν, ὅπερ Λαζόθεν εἶχε τὴν ἀφορμὴν εἰς σύμβολον ὧν ἔμελλε καπνῷ φῦραι, κατεμπρήσας τὸ πᾶν, ἀντιφόρησις δὲ ἐρυθροῦ, αἰνιττομένη ὅσων κεφαλῶν καταψηφιεῖσθαι μέλλει αἵματα. Καὶ συγκάθηται τὸ ἐντεῦθεν τῷ βασιλεῖ Ἀλεξίῳ καὶ προκάθηται, ὑπερέκειτο γὰρ αὐθωρὸν ἐκείνου τὸ ἀπὸ τοῦδε, καὶ συντιμᾷ οὓς αὐτὸς ἐπέκρινε καὶ προβάλλεται ἀρχά, ἐξ αὐτῶν βαλβίδων τὸ τῆς κατ' αὐτὸν βασιλείας ἅρμα πρόσθεν βαλών. Καὶ τὸ μέγα κακὸν τῷ μικρῷ καλῷ συγκίρναται. 52 Βραχὺς ὁ ἐν μέσῳ χρόνος καὶ περιγίνεται· καὶ ὡς ἂν μὴ θρήνου μεγάλου ἔξαρχος καθισταίμην τοῖς φιλαλεξίοις εἴτ' οὖν φιλοβασιλεῦσι λεπτοτομῶν παχεῖαν σκυθρωπότητα, ἐκ ποδῶν ἀπάγει τὸ συμβασιλέα. Καὶ τοῦ ζυγοῦ τὸν Ἀλέξιον ἐκτινάξας εἴτε πνιγμῷ τῷ δι' ἀγχόνης, ὡς διαρρέει λόγος ὁ πλείων, εἴτε καὶ ἄλλως, ὡς ἐκεῖνος οἶδε καὶ οἱ συγκακοῦργοι, ἀντεμβάλλει τὸν υἱὸν Ἰωάννην, τὸν τοῦ Μανουὴλ ὕστερον, οὐχ ὅτι καλλίων ἦν, ἀλλ' ὅτι ὁ μὲν Μανουὴλ ἀπεστύγει τὰ τοῦ πατρὸς καί πως ἔβλεπεν εἰς τὸ μέλλον καὶ τὸν Θεὸν ἐπίστροφον εἶναι τῶν γινομένων κακῶν ὑπελάλει, ὁ δὲ Ἰωάννης ἔστεργε καὶ τοῖς πλημμελουμένοις ἔχαιρε συνεφαπτόμενος. Ἃ δὲ τὸ ἐντεῦθεν ὁ Ἀνδρόνικος, οὐ λέγω ἥμαρτεν ἢ ἐπλημμέλησεν, ἄλλως γὰρ οἱ θερμότεροι ὀνομάσαιεν ἄν, γλώττης δεῖται νεανικῆς φράζειν καὶ πρὸ αὐτῆς λογισμοῦ βαθέος καὶ οἵου εὔστοχα βάλλειν καθ' ὧν ἂν ἐπιβαλεῖ· ἅπερ ἡμεῖς ἀπολωλεκότες τῷ γήρᾳ τοσοῦτόν φαμεν ἐπιτέμνοντες ὅτι, ὁποῖά τις ∆αυῒδ μεμελετηκὼς ἀπεκβῆναι ἔν γε τῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν γαμετήν, τὸν μὲν ἄνδρα βασιλέα τὸν Ἀλέξιον προϊάπτει κάτω, παραστείλας τοῦ ζῆν, εἶτα καὶ βυθῷ θαλάσσης πιστεύσας, καθά τινές φασιν, ὡς οὐκ ἂν ἐγὼ ἀνακρίναιμι, καθάπαξ ἀπεστυγηκὼς τὴν φαύλην ταύτην περίστασιν. Καὶ ἐκεῖνος μὲν οὕτω τὸν παῖδα βασιλέα συνέστειλεν, εἰ καὶ λόγοι τινὲς ὕστερον ζωὴν ἐκείνου κατεψεύσαντο· εἰς ὃ παίζων ὁ Ἀνδρόνικος ἐξελάλησέ τι δριμύ· ὅς, ἀκούσας περί που τὰ κατὰ Σικελίαν τημελεῖσθαι τὸν Ἀλέξιον βασιλικῶς, ἡδὺ γελάσας «ἦ δή, ἔφη, ἄριστος κολυμβητής, εἴπερ ἐν Κωνσταντινουπόλει κατακυβιστήσας εἰς βαθεῖαν θάλασσαν ἀπνευστὶ διεξέδυ περὶ τὸν ἐκεῖσε πορθμόν.» Ἀποικίσας δὲ οὕτω τὸν ἄνδρα Ἀλέξιον, εἰσοικίζεται τὴν αὐτῷ μνηστήν, ὢ καὶ ἐκείνου κακοῦ, νεάνιδα θυγατέρα τοῦ τῆς Φραγγίας ῥηγός, ὀκνοῦσαν μέν, ὡς περιᾴδεται, τὴν συναφήν. Ἤδη γὰρ καὶ φρενῶν ὑπεπίμπλατο καὶ πεπειραμένη δὲ ἄλλως λειότητος ἐραστοῦ τὸν τραχὺν ἀπέστεργε. Καί ποτε, φασί, καθ' ὕπνους φαντασαμένη τὸν νεανίαν καὶ «ὦ Ἀλέξιε» ἀνακράξασα, οἷα ἔπαθεν οἶδεν αὐτή. Καὶ ἦν μὲν ἴσως μέτριος τὴν κακίαν, εἴπερ ἐνταῦθα ἐλθὼν ἀδικήματος ἔληξε καὶ ἐστράφη πρὸς τὸν ἀληθῶς ἄνθρωπον, ἀδικήσας εἰς βασιλείαν καὶ μεγάλου τυχὼν πράγματος. Ὁ δ' ἀλλὰ πρὸς δεινὸν μέγα μεταπλασθεὶς τῇ θηριωδίᾳ τὸ κατὰ πάντων φοβερὸν πραγματεύεται· καὶ ἀφίησι μὲν πατὴρ ὡς ἤπιος εἶναι, ἀνθαιρεῖται δὲ μαίνεσθαι οὐκέτ' ἀνεκτῶς. Καὶ ὡς εἴπερ μικρὰ ἐποίει κακά, ὅτε πρόφασιν εἶχε τὴν τοῦ βασιλέως Ἀλεξίου περι 54 ποίησιν, πολλαπλασιάζει τὰ ὑπὲρ ἑαυτοῦ καὶ τοῦ παιδὸς Ἰωάννου, καὶ εἰς οὕτως ἄποπτον ἐκκορυφοῖ τὸν τῆς μανίας κολωνόν, ὡς καὶ τὸν Ἰωάννην ἀναβλέψαντά ποτε παθεῖν ἴλιγγον. Καὶ τοίνυν καὶ ἀνεκάλυψέ ποτε τῷ πατρὶ καὶ ἐκεῖνος τὸ κατὰ ψυχὴν πάθος καὶ ἔδειξε φόβον ἔχειν εἰς τὸ μέλλον, ἐφ' οἷς ὁ πατὴρ ἄρτι θρασύνεται. Καὶ ὑποκλαίει μὲν μαλθακώτερον, οὐκ ἀποκναίει δὲ τὸν πατέρα τοῦ ἐν κακοῖς ἀνδρίζεσθαι καὶ δεινὰ βούλεσθαι. ∆ιὸ καὶ προαναφωνῶν τὸ καλὸν ἐκεῖνος βούλευμα γυναῖκάς τε τοὺς υἱοὺς προσέφη, ἐπιπλέξας ἐνταῦθα καὶ