16
ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι. καὶ πάλιν τῆς σοφίας Στεγναί φησιν αἱ διατριβαὶ οἵκων αὐτῆς (27,31). εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὄργιλον. 104 Θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ: Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. Πόλεις ὀχυρὰς ἐπέβη σοφός: Σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσιν, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ: Στόμα καὶ γλῶσσαν, ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. Ἀσεβὴς ὅλην τὴν ἡμέραν ἐπιθυμεῖ ἐπιθυμίας κακάς: Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτὲ ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. τὸ γὰρ Ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. τοιοῦτόν ἐστιν καὶ τὸ Ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ διὰ βίου. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου: Ἵππον λέγει τὸν νοῦν. Ἐπιβήσῃ γάρ φησιν ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος Τοῦ βαστάσαι τὸ ὄνομά μου φησίν. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύ (edd. πολύς): Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ κύριος (edd. ὁ κύρ. ἐποί.): Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας ταπεινοφρονεῖν ἐκδιδάσκεται. Γενεὰ σοφίας, φόβος κυρίου: Αὗται αἱ γενέσεις Νῶε· αὗται αἱ γενέσεις Ἀβραάμ. Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς: Καὶ ὁ κύριος τῷ Ἀδὰμ φησίν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, τοῦτ' ἔστιν ἡ ψυχή. ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πλούσιοι πτωχῶν ἄρξουσιν: Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ 105 πάσῃ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. Ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει: Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ τὰ (edd. om.) δῶρα διδούς: ∆ῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει τῷ θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων, αὐτὴν δαιμόνων. Ἔκβαλε λοιμὸν ἐκ συνεδρίας (edd. ἐκ συνεδρίου λοιμ.), καὶ συνεξελεύσεται αὐτῷ νεῖκος: Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς· ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· Μεταξὺ γάρ φησιν ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. Χείλεσι ποιμαίνει βασιλεύς: Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος, αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς