16
μισθὸν τοῦ φόνου, ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος, δέον δὲ λυγρὸν αὐχέν' ἐνθεῖναι βρόχοις, ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας, ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν. Εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ' ἐπώλησας, τάλαν (στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου), εἰ μέν τιν' ἐξέδωκας ἄλλον εἰς φόνον, νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν· νῦν δ', ὅς σε πολλῶν ἠξίωσε χαρίτων, ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους, πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ· καὶ τίσιν οἵαν σ' οὐχ ὑποστῆναι θέμις; {ΙΩΣΗΦ} Ἤδη κέκριται παντάδικος ἐνδίκως μύστης ὁ παγκάκιστος ἐκδοὺς ∆εσπότην· ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος· βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι· κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω. {ΧΟΡΟΣ} Εὖ γ' εὖ κέκριται καὶ κατώρθωται δίκη. {ΘΕΟΤΟΚΟΣ} Ὦ Τέκνον, ὡς ἄρ' ἐστὶ σὸς Πατὴρ μέγας, ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων. Ἔπαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε, ἄπιστον, ἄθεον, παράνομον, ἄδικον· κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου καὶ μὴ θέλοντ' ἐπιστρέφειν πονηρίας, οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ. Ὄλοιτ' ὄλοιτο πανδίκως κακεργάτης, κέρδος μέγιστον τῆς ἐπιστροφῆς φυγών. Ἔστιν Θεός τις, ἔστιν ἄλκιμος, μέγας· ἔστιν δὲ καὶ Πρόνοια καὶ κρίσις Θεοῦ. Ἀπέπτυσ'· οὐδεὶς ἀσεβὴς Θεῷ φίλος. Λάζυσθ' ἄγοντες εἰς καινὸν λοιπὸν τάφον, χωρεῖτε, θάπτετ' ὀλβίῳ τύμβῳ νεκρόν. Ἔχει γὰρ οἷα δεῖ γε νερτέρων πέπλα, βαιὸν παρηγόρημα τοῖς τεθνηκόσι. ∆οκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ, εἰ πλουσίων τις τεύξεται κτερισμάτων· κενὸς δὲ κόμπος ἐστὶ τῶν ζώντων τάδε. Κρύψατε γοῦν πρόσωπον ὡς τάχος πέπλοις· ψαύσατε χερσί, θάψατ' ἐν τάχει νέκυν, τὸν κατθανόντ' Ἄνακτ' Ἰουδαίων ὕπο· αἴρειν φοράδην τὸν νεόδμητον χρεών. Ὦ Παῖ παναιτίου Θεοῦ παντεργάτα, τί γὰρ τελεῖται τοῖς βροτοῖς ἄνευ σέθεν; τί δ' οὐ θεόκραντόν γε τῶνδ' ἐστίν; Ἰώ· ἰὼ ἰώ· Βασιλεῦ, Βασιλεῦ, πῶς σε δακρύσω; Θεέ μου, Θεέ μου, πῶς σε καλέσω; φρενὸς ἐκ φιλίας τί ποτ' ἄρ' ᾄσω; κεῖσαι γὰρ ὑφάσμασι τοῖσδ' εἰλιγμένος ὁ σπαργάνοις πρὶν ἐντεταργανωμένος. {ΝΙΚΟ∆ΗΜΟΣ} Φέρ', ὦ γεραιέ, κρᾶτα τοῦ τρισολβίου ὀρθῶς προσαρμόσωμεν, εὔτονον δὲ πᾶν σῶμ' ἐξακριβώσωμεν εἰς ὅσον πάρα. {ΙΩΣΗΦ} Ὦ φίλτατον πρόσωπον, ὦ νέα γένυς, ἰδοὺ καλύπτρᾳ τῇδε σὴν κρύπτω κάραν· τὰ δ' αἱμόφυρτα καὶ κατηλοκισμένα μέλη σὰ καὶ μέρη πέπλοις καινοῖς σκέπω, πλευρὰν νυγεῖσαν πᾶσαν ᾑματωμένην. {ΘΕΟΤΟΚΟΣ} Ναὶ πρὸς Θεοῦ, συνέρξατ'· ἐν δέοντι γάρ, ὡς ἐγγύς ἐστι νυκτὸς ἤδη καὶ κνέφας. Ὀρθώσατ' ἐκτείνοντες ὀλβίαν δέρην· μικρὸν τόδ' οἰκούρημα φίλῳ ∆εσπότῃ. Κομίζετ' αὐτόν, ὡς ἰδοῦσ' ἐν ὄμμασιν ποῦ κείσεται Παῖς, κεῖσε θρηνοῦσα μενῶ, ἕως τρίτον λάμψειεν ἦμαρ γλυκύ μοι. Ὢ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον· κοινὸν τόδ' ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς· κοινὸν τόδ' ἄχος πάντας ἀέλπτως φθάνει· φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι. {ΙΩΣΗΦ} Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος, ὃ πόλλ' ἀνατλὰς μυρίοις αἰτήμασιν ἔσχον, τόδ' εὑρὼν κοιράνου δωρήματι, γυμνόν, τρισύλῳ κείμενον ξύλῳ λαβών. {ΘΕΟΤΟΚΟΣ} Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε, φῶτες, ἀτρέμας χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου· καὶ πρόσφορ' αἴρεθ', ἕλκετ' αὖτε ξύντονα. Ἰδοὺ γάρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος. Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα, ἤδη τέθειται καὶ καλύπτεται λίθῳ. ∆εῦτ' ἴτε, κοῦραι, καὶ κατιδοῦσαι νέκυν, προσείπατ' αὐτὸν καὶ προπέμψατε χθονός, ὡς οὔποτ' ἄλλον τοῦ γένους ῥύστην, ἰώ· ὄψεσθε, κεἰ μὴ ταῦτ' Ἰουδαίοις δοκεῖ. Χωρεῖτε, χωρεῖτ'· οὐκέτι βλέπειν φέρω τάφῳ τεθέντα καὶ καλυφθέντ' ἐν πέτρᾳ, ὃς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος, νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει. Στῶμεν δὲ μικρόν, ὡς προσείπω τὸν νέκυν. Οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾅδου δόμους, κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις, ἥκων ἐς ἀΐδαο πανζόφου στέγην, ᾅδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς. Οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας, θέλων φαεῖναι καὶ καταυγάσαι γένος, Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν, ὧν οὕνεκ' εἶδος προσλαβὼν θνητὸν φέρεις. Ἥκεις τ'