16
λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. ἵνα οὖν μὴ τοῦτο πάθωμεν, παραγγέλλει τοῖς μαθηταῖς καὶ δι' ἐκείνων ἡμῖν· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν εὐχὴν ἢ τὴν νηστείαν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. οὕτως ἀποστρέφεσθαι κελεύει καὶ φεύγειν <τοὺς θνητοὺς τούτους> καὶ παρὰ θνητῶν ἐπαίνους καὶ τὴν μαραινομένην καὶ φεύγουσαν ἡμᾶς δόξαν, ζητεῖν δὲ μόνην ἐκείνην, ἧς οὐδὲ κάλλος ἔστιν εἰπεῖν οὐδὲ πέρας εὑρεῖν· δι' ἧς καὶ αὐτοὶ δυνησόμεθα δοξάζειν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.