16
αὐτὸς πάλιν οὗτος ὁ Σαμουὴλ ηὔξατο ὑπὲρ τῶν Ἰσραηλιτῶν, καὶ ἤνυσεν· ἀλλὰ πότε; Ὅτε καὶ αὐτοὶ εὐηρέστουν, τότε ἐτροπώσατο τοὺς ἐχθρούς. Καὶ τί μοι δεῖ τῆς παρ' ἑτέρων εὐχῆς, φησὶν, ὅταν ἐγὼ εὐαρεστῶ; Τί λέγεις, ἄνθρωπε; Παῦλος οὐκ εἶπεν, Τί μοι δεῖ εὐχῆς; Πέτρος οὐκ εἶπε, Τί μοι δεῖ εὐχῆς· καίτοι γε τῶν εὐχομένων οὐκ ὄντων ἀξίων αὐτοῦ, μᾶλλον δὲ οὐδὲ ἴσων· καὶ σὺ λέγεις, Τί μοι δεῖ εὐχῆς· Πέτρος οὐκ εἶπεν, Τί μοι δεῖ εὐχῆς; Εὐχὴ γὰρ ἦν, φησὶν, ὑπὸ τῆς Ἐκκλησίας ἐκτενὴς γενομένη πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ· καὶ εὐθέως αὐτὸν ἐξείλετο τῶν δεσμῶν· καὶ σὺ λέγεις, Τί μοι δεῖ εὐχῆς, ∆ιὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νομίζεις μὴ δεῖσθαι. Ἐὰν γὰρ ὁ Θεὸς ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν τὴν ἐν ταῖς εὐχαῖς καὶ τὴν ὀλιγωρίαν, καὶ ὅτε ἔμπροσθεν αὐτοῦ ἑστῶτες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρέχομεν τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι· φίλῳ μὲν γὰρ διαλεγόμενος, μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς· Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι. ῥᾳθυμεῖς, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλάκις περὶ τὴν ἀγορὰν καὶ τὴν οἰκίαν πλανᾶσθαι τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην; καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις πάσχομεν. Ἐὰν τοῦτο μόνον θελήσῃ ὁ Θεὸς ἐξετάσαι, ἆρα ἕξομεν συγγνώμην; ἆρα δυνησόμεθα ἀπολογίας τυχεῖν; Οὐκ ἔγωγε οἶμαι. Ἐὰν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ὁ Θεὸς ἐξετάσῃ, καὶ τὰς πονηρὰς ἐπιθυμίας ἃς ἔχομεν ἐν διανοίᾳ, αἰσχροὺς καὶ ἀκαθάρτους δεχόμενοι λογισμοὺς ἀπὸ τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, ἐὰν τὰς κακηγορίας ἃς καθ' ἑκάστην ἡμέραν ἀλλήλοις λέγομεν κακῶς, εἰς μέσον παραγάγῃ, καὶ τὰς κρίσεις τὰς ἀκαίρους ἃς κατακρίνομεν τὸν πλησίον μηδὲν ἔχοντες πρᾶγμα, τούς τε δόλους οὓς κατ' ἀλλήλων ῥάπτομεν, νῦν μὲν παρόντα ἐπαινοῦντες τὸν ἀδελφὸν, καὶ ὡς φίλῳ διαλεγόμενοι, ἀπόντα δὲ κατηγοροῦντες· ἆρα οὐχ ὑποστησόμεθα τὰς ὑπὲρ τούτων εὐθύνας; Τί δὲ τὴν βασκανίαν ἢν βασκαίνομεν πολλάκις εὐδοκιμοῦσιν, οὐ μόνον ἐχθροῖς, ἀλλὰ καὶ φίλοις; καὶ ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν εἶναι τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας. Εἰ γὰρ τῶν βιωτικῶν καὶ παρόντων ἀπέχεσθαι κελευόμεθα, πῶς οὔκ ἐσμεν ἄθλιοι καὶ ταλαίπωροι, ταῦτα αἰτοῦντες παρὰ τοῦ Θεοῦ, ἃ ἐκέλευσε καὶ ἔχοντας ἐκβάλλειν; εἰ οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῶν ἀπίστων ὑπερεύχεσθαι προσταττόμεθα, ἐννόησον πόσον ἐστὶ κακὸν, κατεύχεσθαι τῶν ἀδελφῶν. Τί ποιεῖς, ἄνθρωπε; προσέρχῃ τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ ἑτέρου κατεύχῃ; Ἐὰν μὴ ἀφῇς, οὐκ ἀφεθήσεταί σοι· καὶ οὐ μόνον αὐτὸς οὐκ ἀφίης, ἀλλὰ καὶ τὸν Θεὸν παρακαλεῖς μὴ ἀφεῖναι; Εἰ τῷ μὴ ἀφιέντι οὐκ ἀφίεται, τῷ καὶ τὸν ∆εσπότην παρακαλοῦντι μὴ ἀφιέναι, πῶς ἀφεθήσεται; Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κακόν. ∆έον γάρ σε ἀπολογήσασθαι διὰ τί ἐχθροὺς ἔχεις, σὺ δὲ αὐτῶν καὶ κατηγορεῖς; καὶ ποίας τεύξῃ συγγνώμης καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέους σοι δεῖ πολλοῦ; καὶ γὰρ ὑπὲρ οἰκείων προσῆλθες ἁμαρτημάτων δεόμενος. 63.589 Μὴ τοίνυν μνημονεύσῃς τῶν ἀλλοτρίων, ἵνα μὴ τῶν ἰδίων ἀναμνήσῃς. Ἂν γὰρ εἴπῃς, Πάταξον τὸν ἐχθρὸν, ἐνέφραξάς σου τὸ στόμα, οὐκέτι παῤῥησίαν ἔδωκας τῇ γλώττῃ· πρῶτον μὲν, ὅτι παρώργισας τὸν δικαστὴν ἐκ προοιμίων εὐθέως· δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήματι τῆς εὐχῆς. Εἰ γὰρ ὑπὲρ ἀφέσεως ἁμαρτημάτων προσέρχῃ, πῶς ὑπὲρ κολάσεως διαλέγῃ; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα καὶ ὑπὲρ ἑαυτῶν μετὰ παῤῥησίας παρακαλέσωμεν. Ἂν γὰρ ὑπὲρ αὐτῶν εὔξῃ, κἂν μηδὲν ὑπὲρ τῶν σῶν εἴπῃς, τὸ πᾶν ἤνυσας. Εἰ τοίνυν οὐδὲν ψυχῆς ἀρωμένης μιαρώτερον, οὐδὲ γλώσσης τοιαῦτα φθεγγομένης ἀκαθαρτότερον, τίνος ἕνεκεν οὐ πάντα ποιεῖς, ὥστε μηδὲν εἰπεῖν εὐχόμενος τῶν παροξυνόντων σου τὸν ∆εσπότην; Ἄνθρωπος εἶ, μὴ ἀσπίδων ἰὸν ἐμέσῃς· ἄνθρωπος εἶ, μὴ γένῃ θηρίον. ∆ιὰ τοῦτό σοι στόμα γέγονεν, οὐχ ἵνα δάκνῃς,