1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

16

συμπαραλαμβάνονται οἱ ἅγιοι τῇ πανωλεθρίᾳ. Ταῦτα δὲ ἀρμόζει νοεῖν καὶ ἐπὶ τῆς καθολικῆς τοῦ Θεοῦ κρίσεως. "Ἰδοὺ κακά." Μετὰ τὰ ἐπὶ τοῦ Βαβυλωνίου γεγονότα, καὶ τὰ ἐπὶ τῆς συντελείας φησίν· Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος. "Καὶ λαίλαψ." Σύγχυσις μεγάλη καὶ ταραχὴ ἐπ' ἐσχάτοις τοῖς τοῦ αἰῶνος καιροῖς. "Καὶ ἔσονται." Μετὰ τὸ αἰσθητὸν, καὶ τοὺς ὑπὸ τῆς ἁμαρτίας τετραυματισμένους νόει. Ἀλαλάξατε." Ἀλαλαγμὸν ἐνταῦθα οὐκ ἐπὶ νίκῃ τῶν πολεμίων, ἀλλ' ἐπὶ ταῖς οἰμωγαῖς φησιν. Ποιμένες δὲ οἱ ἡγούμενοι τοῦ λαοῦ. "Οἱ κριοὶ τῶν." Οἱ κατ' ἐξοχὴν ἐν τῷ λαῷ. "Καὶ πεσεῖσθε." Ἐπειδὴ ὁ σφάζων τὸ εὐτραφὲς σφάξει. "Ὅτι ὠλόθρει." Ἐπὶ μὲν Ἰουδαίων τὰς θυσίας,καὶ πάντα τὰ ἄλλα νόμιμα· ἐπὶ δὲ τοῦ καθόλου τὰς διαγωγὰς αὐτῶν. "Ἐγκατέλιπεν." Ἐπὶ μὲν Ἰουδαίων ὁ Κύριοςτὸν ἑαυτοῦ ναὸν καταλέλοιπεν· ἐπὶ δὲ τῆς συντελείας, ὡς λέων καταλελοιπὼς κατάλυμα, οὕτως συγχωρεῖται ὁ Σατανᾶς ἐξελθεῖν κατὰ τῶν ἀνθρώπων. "Ὅτι ἐγενήθη." Ἐπειδὴ οἱ ἄνθρωποι κτηνώδεις γεγόνασιν, ὁ δὲ Σατανᾶς ἐστι θηρίον, ὡς ἐν ἐρήμῳ συγχωροῦνται ἅμα νέμεσθαι, διὰ τὸ ψυγῆναι τὴν ἀγάπην. ΚΕΦΑΛ. Κʹ. "Οὕτως εἶπε Κύριος· Στῆθι ἐν αὐλῇ οἵκου Κυρίου." ∆ιαμαρτύρασθαι κελεύει Θεὸς τῷ προφήτῃ τοὺς Ἰουδαίους, ἐπὶ τῷ φυλάττειν τὰ θεῖα νόμιμα, ἵνα μὴ ἐπέλθῃ αὐτοῖς ἡ ὀργή. "Καὶ τὴν πόλιν δώσω εἰς κατάραν." Ἵνα ᾖ ἐπικατάρατος, καὶ τοὺς αὐτῶν δὲ ἐχθροὺς οἱ ἄνθρωποι ἵνα ἔχωνται [εὔχωνται] τὰ ὅμοια παθεῖν. "Καὶ ἤκουσαν." Ὁρᾷς, πῶς ἀγριαίνουσι καὶ ἀγανακτοῦσι; καὶ μὴν δι' αὐτὸ τοῦτο ἀναιρεθῆναι οὐκ ἐχρῆν. Εἰ γὰρ Θεὸς ἐπέταξε, πεισθῆναι δεῖ. Τοῦτο ὑμᾶς λυπεῖ τὸ ῥῆμα, τὸ δὲ τὸν τοῦ ναοῦ τιμιώτερον ἐνυβρίζειν, οὐ πονηρὸν, οὐκ ἀσεβές; Πάνυ αὐτοὺς ἔδακνε τὸ ῥηθέν. "Καὶ ἐξεκκλησιάσθη." Συνήχθη πᾶς ὁ λαὸς τῶν πρεσβυτέρων τῆς γῆς τῆς περιχώρου. "Καὶ τὸ ὄρος." Τὸ ὄρος, ἐφ' ᾧ κεῖται ὁ ναὸς, εἰς ἐρήμωσιν. "Πλὴν χεὶρ Ἀχεικάμ." Ἀχεικὰμ εἷς ἦν οὗτος τῶν δυνατῶν, προϊστάμενος Ἱερεμίου. ΚΕΦΑΛ. ΚΖʹ. "Οὕτως εἷπε Κύριος· Ποίησον σεαυτῷ δεσμούς." Κελεύει ὁ Θεὸς τῷ προφήτῃ κλοιοὺς ἐμβαλεῖν εἰς 93.681 τὸν τράχηλον ἑαυτοῦ, καὶ πέμψαι τούτους πρὸς τοὺς βασιλεῖς, ὧν μέμνηται. "Καὶ τὰ θηρία." Θηρία ἐνταῦθα ἀγροῦ, τὰ πρὸς γεωργίαν ἐπιτήδεια κτήνη φησίν. "Εἰ προφῆταί εἰσι." Εἰ μὲν ἐκ τοῦ Θεοῦ ὁ λόγος, οὕτω νόησον· Εἰ ἐγὼ αὐτοὺς ἀπέστειλα, δυνηθῶσι διαφυγεῖν με, φύγωσι τὴν ὀργήν· εἰ δὲ ἐκ τοῦ προφήτου ὁ λόγος, Ἔλθωσι, φησὶ, καὶ διακριθῶσι μετ' ἐμοῦ. ΚΕΦΑΛ. ΚΗʹ. "Ἀληθῶς οὕτω ποιήσαι Κύριος." Ἀντὶ τοῦ, Γένοιτο οὕτως, ὡς σὺ φὴς, γενέσθω. "Ἐπιγνώσονται." Τουτέστι, τὸ πέρας τῶν πραγμάτων δείξει τῶν λόγων τὴν ἀλήθειαν. "Βάδιζε καὶ εἰπὸν πρὸς Ἀνανίαν." Ἐπ' ἐλέγχῳ τῆς ἀσεβείας ὑπηρετεῖ τῷ προστάττοντι, μηδένα κίνδυνον ὑφορώμενος. Οὐδεὶς γὰρ λόγος τῆς προσκαίρου τοῖς ἁγίοις ζωῆς, ὅταν κελεύσῃ Θεός· τὸν δὲ Θεὸν εἰς δίκην ἐκίνησεν Ἀνανίας ἐναντιούμενος. Ἕτερα δὲ λέγειν ὁ προφήτης παρὰ τὰ προσταχθέντα δοκεῖ. Ἰσοδυναμοῦντα λέγων ἐσύστερον ὁ Πέτρος, Ἀνανία, φησὶ, διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαι τὸ Πνεῦμα τὸ ἄγιον; Ὅθεν σὺν τῷ ἐλέγχῳ, ἡ τῆς κολάσεως ἀπειλὴ, τὸ δίκαιον τῆς τιμωρίας ἐμφαίνουσα. Ἐκ Θεοῦ τοίνυν οἱ παρὰ τοῦ προφήτου λόγοι· καὶ μαρτυρεῖ τῆς προφητείας ἡ ἔκβασις. ΚΕΦΑΛ. ΚΘʹ. "Ὕστερον ἐξελθόντος Ἰεχονίου." Μετὰ τὸ ἀποικισθῆναι τὸν Ἰεχονίαν. "Ἐν χειρὶ Ἐλεάσαμ." ∆ιὰ τούτων ἐπέμφθη ἡ ἐπιστολή. "Οὕτως εἶπε Κύριος." Τοιαύτη τῆς ἐπιστολῆς ἡ ἀρχή. Ἀναιρῶν τοίνυν τὴν τούτων ἀπάτην, μακρότατον αὐτοῖς γενήσεσθαι λέγει τῆς ἀποικίας τὸν χρόνον. Κελεύει δὲ καὶ ὑπὲρ τῶν πολεμίων προσεύχεσθαι. Τοῦτο γὰρ ἔσται, φησὶ, καὶ ὑπὲρ τῆς ὑμετέρας εἰρήνης. Οὕτω καὶ Παῦλος ὑπὲρ πάντων τῶν ἐν ὑπεροχῇ κελεύει προσεύχεσθαι, ἵνα ἤρεμον, φησὶν, καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ὁ αὐτὸς γάρ ἐστι Θεὸς, ὃς ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Πῶς οὖν πονηρὸς ὁ ∆ημιουργός; ἢ τί παραλλάττει τοῦτο τοῦ ἐν Εὐαγγελίῳ ῥηθέντος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς; Ἆρ' οὖν οὐκ ἐπηρεάσθησαν ἀπὸ [ἴσ. οἱ