αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζει εἰς τάξιν θέματος ἡ καλουμένη Λαγοβαρδία. Ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ υἱοῦ Θεοφίλου ἀνῆλθεν ἀπὸ Ἀφρικῆς στόλος λʹ κομπαρίων, ἔχων κεφαλὴν τόν τε Σολδανὸν καὶ τὸν Σάβαν καὶ τὸν Καλφοῦς. Καὶ ἐχειρώσαντο διαφόρους πόλεις τῆς ∆αλματίας καὶ τήν τε Βούτοβαν καὶ τὴν Ῥῶσαν καὶ τὰ κάτω ∆εκάτερα. Ἦλθον δὲ καὶ πρὸς τὴν τούτων μητρόπολιν, ἣ Ῥαούσιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν ἱκανόν. Οἱ δὲ τοῦ κάστρου Ῥαουσίου ἀπέστειλαν πρὸς τὸν βασιλέα ἐξαιτούμενοι διὰ στόλου βοήθειαν· τῶν δὲ εἰς τοῦτο ἀποσταλέντων ἀνελθόντων, εὗρον ὑπὸ Θεοῦ τὴν αὐτοκρατορικὴν ἀρχὴν Βασίλειον τὸν ἀοίδιμον βασιλέα ἤδη λαβόντα, ὃς καὶ τὰ τῆς αὐτῶν πρεσβείας καὶ δεήσεως ἐπακούσας καὶ στόλον ἱκανὸν καὶ δραστήριον ἄρχοντα πρὸς τὴν τούτων βοήθειαν εὐθὺς ἐξαπέστειλε. Τοῦτο δὲ διὰ αὐτομόλου μαθόντες οἱ Ἄφροι καὶ περὶ τὴν πολιορκίαν ἀπρακτήσαντες, μᾶλλον δὲ πτήξαντες τὴν τοῦ βασιλικοῦ στόλου κατ' αὐτῶν παρουσίαν, ἀνεπέρασαν ἐν Λαγοβαρδίᾳ καὶ πολιορκήσαντες τὸ κάστρον Βάρης ᾤκησαν ἐν αὐτῷ, παραλαβόντες πάντα τὰ κάστρα καὶ τὴν πᾶσαν Λογγιβαρδίαν καὶ τὰ λοιπὰ κάστρα Καλαβρίας μέχρι Ῥώμης, ὡς εἶναι πάντα τὰ ὑπ' αὐτῶν πορθηθέντα κάστρα ρνʹ. Βασίλειος οὖν ὁ ἀοίδιμος βασιλεὺς τὴν αὐτοκρατορικὴν ἀρχὴν παρὰ Θεοῦ εἰληφώς, καθὰ προείρηται, καὶ ταῦτα ἀναμαθών, προαπέστειλε μὲν στρατὸν καβαλλαρικὸν καὶ πλοῖα ρʹ, ἔγραψε δὲ πρὸς Λοδοῦχον τὸν ῥῆγα Φραγγίας καὶ τὸν Πάπα Ῥώμης τοῦ συνεπαμῦναι τῷ ἑαυτοῦ στρατῷ. Οἱ δὲ ὑπείξαντες τῇ βασιλικῇ ἐντεύξει καὶ ἀμφότεροι ἑνωθέντες τῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι στρατῷ καβαλλαρικῷ καὶ πλωΐμῳ, κατεπολέμησαν τοὺς ἀπὸ Ἀφρικῆς Σαρακηνοὺς καὶ ἐπόρθησαν τὸ κάστρον Βάρης, δέσμιον λαβόντες καὶ τὸν ἀμηρᾶν Σολδανόν· ὃν καὶ ἀναλαβόμενος μετὰ τῶν Σαρακηνῶν Λοδοῦχος ὁ ῥὴξ Φραγγίας οἴκαδε ἀπῄει. Ὁ δὲ βασιλεὺς κατέσχε τὴν πᾶσαν Λογγιβαρδίαν, καθὼς καὶ σήμερον παρὰ τῶν Ῥωμαίων βασιλέων δεσπόζεται. ευροπ.12 ∆ωδέκατον θέμα Χερσῶνοσ Ἡ δὲ Χερσὼν τὸ παλαιὸν οὐκ ἦν εἰς ὄνομα θέματος, οὐδὲ ἐν μητροπόλεως σχήματι· ἀλλ' οἱ τοῦ Βοσπόρου κρατοῦντες ἐκράτουν καὶ Χερσῶνος αὐτῆς καὶ τῶν λοιπῶν κλιμάτων, ὥστε καὶ βασιλεύειν τοὺς ἐν τῷ Βοσπόρῳ κατοικοῦντας λέγεται. Ἔχει δὲ ἡ ἱστορία οὕτως· Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον καὶ πορθμὸς ὁμώνυμος ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν τῷ Προμηθεῖ γράφει· Ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας Βόσπορος δ' ἐπώνυμος κεκλῄσεται. Στράβων δὲ ἐν ἐνδεκάτῳ τῶν Γεωγραφικῶν τάδε γράφει· "τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι Βοσποριανοὶ πάντες καλοῦνται, καὶ ἔστι τῶν μὲν Εὐρωπαίων μητρόπολις τὸ Παντικάπαιον, τῶν δὲ Ἀσιανῶν τὸ Φαναγόρειον". Μαρτυρεῖ καὶ Φλέγων ἐν Ὀλυμπιάδων πεντεκαιδεκάτῃ ὅτι "ἐβασιλεύετο ὁ Βόσπορος Κότυϊ τῷ Βοσποριανῷ βασιλεῖ, ᾧ καὶ διάδημα ἐκέλευσε φορεῖν ὁ Καῖσαρ καὶ τὰς πόλεις αὐτῷ καθυπέταξεν, ἐν αἷς συναριθμεῖ καὶ αὐτὴν Χερσῶνα". ∆ύο δέ εἰσι τόποι Βόσποροι καλούμενοι· εἷς μὲν ὁ Κιμμέριος καλούμενος πλησίον Χερσῶνος, ἐν ᾧ καὶ τὸ βασίλειον τῶν Βοσποριανῶν ἦν, ἕτερος δὲ ἐν Βυζαντίῳ, καθὰ Φαβωρῖνος γράφει· "Βυζαντίων λιμὴν Βοσπόριον καλεῖται". Μαρτυρεῖ δὲ καὶ τὸ ἐπίγραμμα τοῦ κίονος τῆς ἀντίπεραν γῆς Χρυσοπόλεως, ἐν ᾧ μαρμαρίνη δάμαλις ἵδρυται, φάσκον οὕτως· Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ' ἀπ' ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. Κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον, ἥδε δ' ἐγὼ Κεκροπίς εἰμι νέκυς. Εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ' ὅτε πλῶεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων· Βοιίδιον δὲ καλεῦμαι ἔθ' ὡς τότε· νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. Ὁ δὲ Χάρης ἐκεῖνος ἦν στρατηγὸς Ἀθηναίων. Οἱ δὲ ἐγχώριοι Φωσφόριον αὐτὸ καλοῦσι παραγραμματίζοντες, ὅθεν οἱ τὰ πάτρια συγγεγραφότες τοῦ Βυζαντίου ἄλλην