καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἅγιος γάρ ἐστιν ἁγίων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαί νομεν δι' αὐτοῦ· ἐκ τοῦ πληρώματος γὰρ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἐκπορεύεται μὲν γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἔστι δὲ καὶ ἴδιον τοῦ Υἱοῦ. Καὶ γοῦν εἴρηται πλεισταχοῦ Πνεῦμα Χριστοῦ, τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον Πνεῦμα· καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, ποτὲ μέν· "Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ." Καὶ πάλιν· "Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦ μα τοῦ Υἱοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ." Οὐκοῦν ἐκπορεύεται μὲν, ὡς ἔφην, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, χορηγεῖ δὲ αὐτὸ τῇ κτίσει καὶ δίδωσι τοῖς ἀξίοις ὡς φύσει τε καὶ ἀληθῶς Υἱὸς, ὁ μονογενὴς αὐτοῦ Λόγος, καὶ τοῖς τοῦ Πατρὸς ἀξιώμασι διαπρέπων. Καὶ γοῦν ἔφασκεν· 72.524 "Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι." Πῶς οὖν ἐβαπτίζετο, φησὶν, ἐδέχετο δὲ καὶ τὸ Πνεῦμα; Καί φαμεν, ὅτι οὐκ ἦν ἐν χρείᾳ τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος, ὁδὸν δὲ ἡμῖν ἐπενόησε σωτηρίας ὁ φιλάνθρωπος. Πιστεύοντες γὰρ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ τὴν ἐξαίρετον ταύτην ὁμολογίαν ποιού μενοι ἐνώπιον πολλῶν μαρτύρων, πάντα μὲν ῥύπον τὸν ἐξ ἁμαρτίας ἀπονιπτόμεθα, καταπλουτοῦμεν δὲ καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, καὶ θείας φύσεως ἀποτελούμεθα κοινωνοὶ, καὶ τὴν τῆς υἱοθεσίας κερδαίνομεν χάριν. Ἦν οὖν ἀναγκαῖον, καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν τοῦ Πατρὸς Λόγον, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν οὐκ ἀπαξιώσαντα, παντὸς ἀγαθοῦ πράγματος ὑποτύπωσιν γενέσθαι καὶ ὁδόν. Ἵνα τοίνυν μάθωμεν καὶ αὐτὴν τὴν δύναμιν τοῦ ἁγίου βαπτίσματος, καὶ ὅσα κερδαίνομεν τῇ τοιᾷδε προσιόν τες χάριτι, ἄρχεται τοῦ πράγματος αὐτὸς, καὶ βαπτισθεὶς προσεύχεται, ἵνα σὺ μάθῃς, ἀγαπητὲ, ὅτι τοῖς ἅπαξ καταξιωθεῖσι τοῦ ἁγίου βαπτίσματος πρᾶγμα πρεπωδέστατον ἡ ἀδιάλειπτος προσευχή. Ἀνεῳχθῆναι δέ φησι τὸν οὐρανὸν ὁ εὐαγγελιστὴς, ὡς πάλαι κεκλεισμένον. Ἔφη γὰρ ὁ Χριστός· "Ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου." Ὡς γὰρ μιᾶς ἤδη ποί μνης ἀποδεδειγμένης τῆς τε ἄνω καὶ τῆς κάτω, καὶ ἑνὸς ἅπασιν ἀναδειχθέντος ἀρχιποιμένος, ἀνεῴχθη μὲν ὁ οὐρανὸς, συνήφθη δὲ τοῖς ἁγίοις ἀγγέλοις ὁ ἐπὶ γῆς ἄνθρωπος· καταπεφοίτηκε δὲ καὶ τὸ Πνεῦμα πάλιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους ἡμῶν δευτέρᾳ· καὶ ὡς ἐν πρώτῳ Χριστῷ, οἰκονομικῶς οὐχ ἑαυτῷ μᾶλ λον, ἀλλ' ἡμῖν γε αὐτὸ δεχομένῳ· πάντα γὰρ ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ πεπλουτήκαμεν. Οἰκονομικώτατα τοίνυν ὑπομένει μεθ' ἡμῶν τὰ ἀνθρώπινα. Ἐπεὶ, ποῦ κεκενωμένον ὀψόμεθα, καίτοι τὸ πλῆρες ἔχοντα θεϊκῶς; ποῦ συνεπτώχευσεν ἡμῖν, εἰ μὴ τῇ καθ' ἡμᾶς πτωχείᾳ συμπλάττεται; Ἔφη δὲ ἡ τοῦ Θεοῦ καὶ Πα τρὸς φωνὴ ἐπὶ Χριστῷ κατὰ τὸν καιρὸν τοῦ ἁγίου βαπτίσματος, ὡς δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν ἐπὶ γῆς ἄνθρωπον λαβών· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός." Ὁ γὰρ φύσει καὶ ἀληθῶς καὶ μονογενὴς Υἱὸς, ὅτε γέγονε καθ' ἡμᾶς, εἰς Υἱὸν ὁρίζεται Θεοῦ, οὐχ ἑαυτῷ τοῦτο δεχόμενος (ἦν γὰρ καὶ ἔστιν, ὡς ἔφην, Θεὸς ἀληθινὸς), ἀλλ' ἵνα εἰς ἡμᾶς παραπέμψῃ τὴν δόξαν. Γέγονε γὰρ ἡμῶν ἀπαρχὴ, καὶ πρωτότο κος, καὶ δεύτερος Ἀδάμ· διὰ τοῦτο ἐν αὐτῷ πάντα καινὰ γεγενῆσθαι λέγεται. Ἀποδυσάμενοι δὲ τὴν ἐν Ἀδὰμ παλαίωσιν, τὴν ἐν Χριστῷ καινότητα πεπλου τήκαμεν. Καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον. (B f. 40 b) Εἰ ἐν καιρῷ τοῦ βαπτίσματος τὸ Πνεῦμα τὸ ἅγιον δέχεται, τῶν τῆς ἀνθρωπότητος μέτρων εἴη ἂν καὶ τοῦτο μετὰ τῶν ἄλλων. Οὐ γάρ τοι καθ' ὃ Θεός ἐστιν ἁγιάζεται, τὸ Πνεῦμα λαβὼν (αὐτὸς γὰρ ὁ ἁγιάζων ἐστὶν), ἀλλὰ καθ' ὃ πέφυκεν ἄνθρωπος. Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος. (Ε f. 167, F f. 797) Τοῦτο τοῦ Σαμοσατέως τὸ 72.525