17
ἀσωμάτοις δυνάμεσιν ἐπινοουμένων ἄστρων, φωτὸς νοεροῦ δυνάμει τε καὶ οὐσίᾳ διαπρεπόντων, πολλή τις καὶ ἡμῖν ἀπερινόητος διαφορὰ τυγχάνει ἀνήριθμά τε φῦλα καὶ γένη, 7.15.13 ἀλλ' οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ. διὸ καὶ τὸ καταληπτὸν αὐτῶν μόνῳ τῷ θεῷ παριστάς τις θεολόγων φησί· «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ,» διὰ μὲν τοῦ ἀριθμοῦ δηλῶν τὸ τῷ θεῷ καταληπτὸν αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ' ὃ καὶ εἰώθαμεν ὀνομάζειν καθ' ὑπερβολῆς ἔμφασιν τὰ πολλὰ καὶ ἄπειρα μυρία. 7.15.14 ἄλλος δέ τις προφήτης περὶ τῆς οὐσίας αὐτῶν διεξιὼν ὧδέ πως τὸν ποιητὴν τῶν ἁπάντων θεολογεῖ, φάσκων· «Κύριε ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα 7.15.15 καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» μή τοι νομίσῃς τοῦ παρ' ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ δηλούμενα μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος πνευμάτων· ἀλλ' οἷόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν θεόν, ἀσώματον μὲν καὶ ἄϋλον καὶ αὐτόνουν, μᾶλλον δὲ ὑπὲρ νοῦν καὶ ὑπὲρ πάντα λόγον ὄντα τὴν φύσιν, τροπικώτερον δὲ καὶ πνεῦμα καὶ πῦρ καὶ φῶς καὶ ἄλλαις τισὶ προσηγορίαις θνηταῖς ἀκοαῖς καταλλήλοις ὀνομαζό μενον, ἀγγέλους δῆτα καὶ ἀρχαγγέλους καὶ πνεύματα καὶ θείας δυνάμεις καὶ στρατιὰς οὐρανίους ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας τε καὶ φωστῆρας τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ θεῖοι λόγοι προσειπόντες, ἄρχειν ἁπάντων καὶ ἐπιστατεῖν τὸν τῆς 7.15.16 «δικαιοσύνης» φασὶν «ἥλιον» καὶ τὸ τούτου σύζυγον ἅγιον πνεῦμα. τὰ δὲ πάντα ἀθρόως αὐτῷ υἱῷ καὶ ἁγίῳ πνεύματι, νοερά τε ζῷα καὶ λογικὰ σὺν καὶ τοῖς κατ' οὐρανὸν φαινομένοις οὐρανόν τε αὐτὸν καὶ ὅσα ἔνδον οὗτος ἐν αὑτῷ περιλαβὼν ἔχει, μόνῳ τῷ ἐπὶ πάντων θεῷ, τῷ διὰ πάντων καὶ ἐν πᾶσι παμβασιλεῖ καὶ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων, ὡς ἂν δημιουργῷ πάντων ποιητῇ τε καὶ φροντιστῇ τὸν πρέποντα ὕμνον καὶ τὴν προσήκουσαν θεολογίαν ἡ θεία καὶ προφητικὴ γραφὴ νέμειν παρακελεύεται, φάσκουσα· 7.15.17 «Αἰνεῖτε τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.» 7.15.18 Τοιαῦτα καὶ τὰ παρ' Ἑβραίων δόγματα, ἃ τῆς Ἑλλήνων πολυθέου καὶ δαιμονικῆς πλάνης προτετιμήκαμεν, θείας μὲν δυνάμεις ὑπηρετικὰς τοῦ παμβασιλέως θεοῦ καὶ λειτουργικὰς εἰδότες καὶ κατὰ τὸ προσῆκον τιμῶντες, μόνον δὲ θεὸν ὁμολογοῦντες καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς καὶ τὰ κατ' οὐρανὸν ἅπαντα τά τε ἐπέκεινα οὐρανοῦ σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων, ἡ πάντων ἀρχή, τὸν αὑτοῦ πατέρα μόνον ἡγεῖσθαι θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται.
7.16.1 ιʹ. ΠΕΡΙ ΤΩΝ ΑΝΤΙΚΕΙΜΕΝΩΝ ∆ΥΝΑΜΕΩΝ
Ἕπεται καὶ περὶ τῆς ἐναντίας δυνάμεως τίνα ποτὲ τὰ Ἑβραίων λόγια παραδίδωσιν ἐπισκέψασθαι. τὰς μὲν οὖν θείας δυνάμεις, νεύματι τοῦ πατρὸς τῷ σύμπαντι ἐφεστώσας κόσμῳ, τά τε «λειτουργικὰ πνεύματα εἰς διακονίαν